List of victors at the Basileia games, followed by a notice of the agonothete Prokles and a letter of the archon Nikolaos.  Fragment of a marble stele.
[ ] Boiotia — Lebadeia — 2nd c. BC — BCH 30 (1906) 476-477 (frag. = ll. 27-31, in.) — AD 8 (1923) 239, 1
[— — — — — — — — — — — — — — —]
[— — — — — —]δαμο[ς — — — — — —]
                       [ἄ]νδρας·
[— — — — — Κ]άλλωνος [— — — — —]
                        παῖδας παγκ[ράτιον]·
5 [— — Κ]ορνήλιος Μάρκου [Ῥωμαῖος].
                        ἄνδρας·
[— — — — —] Κάλλωνος Χαιρωνε[ύς].
        ἄνδρας πένταθλον·
[— — — — —]λης Κάλλωνος Θηβαῖος.
10                         ὁπλίτην·
[— — — —] Μενίππου Βαργυλιήτης.
                        ἀπόβασιν·
[— — — —]λης Δίωνος Θεσπιεύς.
                        ζεύγει ἐν τῷ σταδίῳ·
15 [— — — —]ας Σωκλέους Κορωνεύς.
                       συνωρίδι πωλικῇ·
[Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος.
                       κέλητι πωλικῷ·
[— —]μος Ἱπποκράτους Θεσσαλὸς ἀπὸ vacat
20                        συνωρίδι τελείαι·
[Πόπλιος] Λικίνιος Ποπλίου [Ῥωμ]αῖος.
                       κέλητι τελείωι·
[Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος.
                       ἅρματι πωλικῶι·
25 [Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος.
                       ἅρματι τελείωι·
Πόπλι[ο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος.
[γ]ραμματ[ε]ύοντος τῶν ναοποιῶν Ἀντιμέδοντος Πλαταιέως, ἔνγραφα μ[η(νὸς)]
α]μβοιω[τ][ο]υ νου<μ>ηνίᾳ· Προκλῆς Θηβαγγέλου Θεσπιεύς, ὁ καθεσταμένος ἀγω-
30 [ν]οθέτη<ς> [π]ὶ τὸν ἀ[γ]ῶνα τῶν Βασιλείων, ὃν τίθησι τὸ κοινὸν Βοιωτῶν, ἐμφανίζει τῷ ἀγω[ν]-
[οθ]ετήσαντ[ι][ω]ς ἁτοῦ Τρύφωνι Θιοπείθους Πλαταιεῖ· ἐπεὶ δέον ἦν σε ἀπολύοντα ἐκ τῆ<ς> ἀγ̣[ω]-
[νοθεσίας ποι]ήσασθαί μοι παράδοσιν τῶν ᾠκονομημένων ὑπὸ σοῦ καὶ τῶν ἄλλων τῶν
[ὀφειλόντων ὑπ]ὸ σοῦ παραδεδόσθαι πάντων, σὺ δὲ οὐθὲν τούτων πεποίηκας, ἔκριν[α]
[τὴν ἀγωνοθεσίαν ἀ]πώσασθαι [κ]αὶ δοῦναι τὸν χρηματισμὸν τῷ τε γραμματεῖ τῶν
35 [ναοποιῶν Ἀντιμέδο]ντι καὶ τοῖς παροῦσιν ἀπὸ τῶν πόλεων ναοποιοῖς, ἵνα πάντε[ς]
[εἰδῶσι τὸν τούτων αἴτιο]ν· δέδωκα δὲ τοῦ αὐτοῦ χρηματισμοῦ ἀντίγραφο[ν]
[καὶ τοῖς Βοιωτάρχαις. ἐπιστολὴ Νικ]ολάου Νικοκράτους ἄρχοντος Θεσπιέω[ν]
[καὶ πολεμάρχων(?) πεμφθεῖσα τοῖ]ς Λεβαδέων πολεμάρχοις καὶ συνέδρ[οις]
[καὶ τοῖς ναοποιοῖς· ἐπειδὴ συνέβη] μετηλλαχέναι ἐν τῷ Πανάμῳ μηνὶ Προ-
40 [κλέα, τὸν καθεσταμένον ἀγωνοθέτην] τῶν Βασιλείων, δίκαιον δὲ ἡμεῖν εἶναι δο-
[κεῖ διά τε τὴν ἄλλην τοῦ ἀνδρὸς καλοκα]γαθίαν καὶ ἣν ἤσχηκεν ἐν παν[τὶ] και-
[ρῷ περὶ τὸν θεὸν εὐσέβειαν, αὐτός τε καὶ ὁ υἱός], τὴν πρὸς αὐτοὺς εὔνοιαν συντηρῆσαι
[τό τε συνέδριον καὶ σύμπαντας Βοιωτούς, καὶ νῦν Θηβάγγε]λον τὸν υἱὸν Προκλέους
[ἡγούμεθα δεῖν ἀντὶ τοῦ μετηλλαχότος πατρὸς Προκλέους τοῦ Θ]ηβαγγέλου ἐ-
45 [πικαταστῆσαι ἀγωνοθέτην — — — — — — — — — — — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help