List of victors at the Basileia games, followed by a notice of the agonothete Prokles and a letter of the archon Nikolaos. Fragment of a marble stele.
[ ]
Boiotia — Lebadeia — 2nd c. BC — BCH 30 (1906) 476-477 (frag. = ll. 27-31, in.) — AD 8 (1923) 239, 1
[— — — — — — — — — — — — — — —] | |
[— — — — — —]δαμο[ς — — — — — —] | |
[ἄ]νδρας· | |
[— — — — — Κ]άλλωνος [— — — — —] | |
παῖδας παγκ[ράτιον]· | |
5 | [— — Κ]ορνήλιος Μάρκου [Ῥωμαῖος]. |
ἄνδρας· | |
[— — — — —] Κάλλωνος Χαιρωνε[ύς]. | |
ἄνδρας πένταθλον· | |
[— — — — —]λης Κάλλωνος Θηβαῖος. | |
10 | ὁπλίτην· |
[— — — —] Μενίππου Βαργυλιήτης. | |
ἀπόβασιν· | |
[— — — —]λης Δίωνος Θεσπιεύς. | |
ζεύγει ἐν τῷ σταδίῳ· | |
15 | [— — — —]ας Σωκλέους Κορωνεύς. |
συνωρίδι πωλικῇ· | |
[Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
κέλητι πωλικῷ· | |
[— —]μος Ἱπποκράτους Θεσσαλὸς ἀπὸ vacat | |
20 | συνωρίδι τελείαι· |
[Πόπλιος] Λικίνιος Ποπλίου [Ῥωμ]αῖος. | |
κέλητι τελείωι· | |
[Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
ἅρματι πωλικῶι· | |
25 | [Πόπλιο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. |
ἅρματι τελείωι· | |
Πόπλι[ο]ς Λικίνιος Ποπλίου Ῥωμαῖος. | |
[γ]ραμματ[ε]ύοντος τῶν ναοποιῶν Ἀντιμέδοντος Πλαταιέως, ἔνγραφα μ[η(νὸς)] | |
[Πα]μβοιω[τ]ί[ο]υ νου<μ>ηνίᾳ· Προκλῆς Θηβαγγέλου Θεσπιεύς, ὁ καθεσταμένος ἀγω- | |
30 | [ν]οθέτη<ς> ἐ[π]ὶ τὸν ἀ[γ]ῶνα τῶν Βασιλείων, ὃν τίθησι τὸ κοινὸν Βοιωτῶν, ἐμφανίζει τῷ ἀγω[ν]- |
[οθ]ετήσαντ[ι] ἕ[ω]ς ἁτοῦ Τρύφωνι Θιοπείθους Πλαταιεῖ· ἐπεὶ δέον ἦν σε ἀπολύοντα ἐκ τῆ<ς> ἀγ̣[ω]- | |
[νοθεσίας ποι]ήσασθαί μοι παράδοσιν τῶν ᾠκονομημένων ὑπὸ σοῦ καὶ τῶν ἄλλων τῶν | |
[ὀφειλόντων ὑπ]ὸ σοῦ παραδεδόσθαι πάντων, σὺ δὲ οὐθὲν τούτων πεποίηκας, ἔκριν[α] | |
[τὴν ἀγωνοθεσίαν ἀ]πώσασθαι [κ]αὶ δοῦναι τὸν χρηματισμὸν τῷ τε γραμματεῖ τῶν | |
35 | [ναοποιῶν Ἀντιμέδο]ντι καὶ τοῖς παροῦσιν ἀπὸ τῶν πόλεων ναοποιοῖς, ἵνα πάντε[ς] |
[εἰδῶσι τὸν τούτων αἴτιο]ν· δέδωκα δὲ τοῦ αὐτοῦ χρηματισμοῦ ἀντίγραφο[ν] | |
[καὶ τοῖς Βοιωτάρχαις. ἐπιστολὴ Νικ]ολάου Νικοκράτους ἄρχοντος Θεσπιέω[ν] | |
[καὶ πολεμάρχων(?) πεμφθεῖσα τοῖ]ς Λεβαδέων πολεμάρχοις καὶ συνέδρ[οις] | |
[καὶ τοῖς ναοποιοῖς· ἐπειδὴ συνέβη] μετηλλαχέναι ἐν τῷ Πανάμῳ μηνὶ Προ- | |
40 | [κλέα, τὸν καθεσταμένον ἀγωνοθέτην] τῶν Βασιλείων, δίκαιον δὲ ἡμεῖν εἶναι δο- |
[κεῖ διά τε τὴν ἄλλην τοῦ ἀνδρὸς καλοκα]γαθίαν καὶ ἣν ἤσχηκεν ἐν παν[τὶ] και- | |
[ρῷ περὶ τὸν θεὸν εὐσέβειαν, αὐτός τε καὶ ὁ υἱός], τὴν πρὸς αὐτοὺς εὔνοιαν συντηρῆσαι | |
[τό τε συνέδριον καὶ σύμπαντας Βοιωτούς, καὶ νῦν Θηβάγγε]λον τὸν υἱὸν Προκλέους | |
[ἡγούμεθα δεῖν ἀντὶ τοῦ μετηλλαχότος πατρὸς Προκλέους τοῦ Θ]ηβαγγέλου ἐ- | |
45 | [πικαταστῆσαι ἀγωνοθέτην — — — — — — — — — — — — — — — — — — — —] |
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |