Honorific decree for the Athenian musicians Hegesimachos and his son Hegesimachos.  White marble plaque with upper molding.
[ ] Boiotia — Tanagra [found at Thebes (Ag. Theodoroi)] — ca. 171-146 BC — Laographia 7 (1923) 329-334
1                                         Ἀντινίκου ἄρχοντος,
μηνὸς Ἑρμαίου. προξενία κεκυρωμένη. ἔδοξε τοῖς ἄ̣[ρ]-
χουσι καὶ τοῖς συνέδροις Ταναγραίων· ἐπειδὴ Ἡγησίμ̣[α]-
χος Ἡγησιμάχου Ἀθηναῖος παραγενόμενος εἰς τὴν π̣[ό]-
5 λιν ἡμῶν ἔχων μεθ’ αὑτοῦ καὶ τὸν ὑὸν Ἡγησίμαχον, μου[σι]-
κὸς ὑπάρχων, ἐποεῖτο ἀκροάσεις λογικάς τε καὶ ὀργανικὰς ἐπ̣[ὶ]
πλείους ἡμέρας, ἐν αἷς εὐδοκίμησεν ποιῶν τὰ ἐν τῇ τέχνῃ δί̣[και]-
α, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν καὶ ἀναστροφὴν καλῶς καὶ ε[ὐ]-
σχημόνως καὶ ὡς πρέπον ἦν τοῖς ἀπὸ παιδείας ὁρμωμένοις, ὅπω̣[ς]
10 οὖν καὶ ἡ πόλις ἡμῶν φαίνηται προτιμῶσα τοὺς ἀπὸ παιδείας ὁρμωμέ[νους]
καὶ ἀπαρχομένους ἐν τῇ πόλει ἡμῶν, δεδογμένον εἶναι τῷ τ[ε συν]-
εδρίωι καὶ τῶι δήμωι ἐπαινέσαι Ἡγησίμαχον Ἡγησιμάχου Ἀθ[ηναῖον]
καὶ τὸν ὑὸν αὐτοῦ Ἡγησίμαχον ἐπὶ τῇ ἀναστροφῇ ἧι πεποί[ηνται]
καὶ τῇ εὐνοίαι τῆι πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπιμελείαι τῇ περὶ̣ [τὸ μά]-
15 θημα, εἶναι δ’ αὐτοὺς καὶ προξένους καὶ εὐεργέτας τῆς πόλεω̣[ς]
καὶ αὐτοὺς καὶ τοὺς ἐγγόνους αὐτῶν καὶ εἶναι αὐτοῖς ἀσυλίαν κ[αὶ ἀσ]-
φάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήν[ης οὔ]-
σης καὶ τἆλλα τίμια πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις [καὶ]
εὐεργέταις τῆς πόλεως γέγραπται· καλέ〚λε〛σαι {²⁶καλέσαι}²⁶ δ’ αὐτοὺς κα̣[ὶ ἐπὶ]
20 ξένια εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν, ἀναγράψαι [δὲ καὶ τό]-
δε τὸ ψήφισμα εἰς τὸν ἐπιφανέστατον τόπον τῆς ἀγορᾶς.
Search Help