Honorific decree for the Athenian musicians Hegesimachos and his son Hegesimachos. White marble plaque with upper molding.
[ ]
Boiotia — Tanagra [found at Thebes (Ag. Theodoroi)] — ca. 171-146 BC — Laographia 7 (1923) 329-334
1 | Ἀντινίκου ἄρχοντος, |
μηνὸς Ἑρμαίου. προξενία κεκυρωμένη. ἔδοξε τοῖς ἄ̣[ρ]- | |
χουσι καὶ τοῖς συνέδροις Ταναγραίων· ἐπειδὴ Ἡγησίμ̣[α]- | |
χος Ἡγησιμάχου Ἀθηναῖος παραγενόμενος εἰς τὴν π̣[ό]- | |
5 | λιν ἡμῶν ἔχων μεθ’ αὑτοῦ καὶ τὸν ὑὸν Ἡγησίμαχον, μου[σι]- |
κὸς ὑπάρχων, ἐποεῖτο ἀκροάσεις λογικάς τε καὶ ὀργανικὰς ἐπ̣[ὶ] | |
πλείους ἡμέρας, ἐν αἷς εὐδοκίμησεν ποιῶν τὰ ἐν τῇ τέχνῃ δί̣[και]- | |
α, ἐποιήσαντο δὲ καὶ τὴν ἐπιδημίαν καὶ ἀναστροφὴν καλῶς καὶ ε[ὐ]- | |
σχημόνως καὶ ὡς πρέπον ἦν τοῖς ἀπὸ παιδείας ὁρμωμένοις, ὅπω̣[ς] | |
10 | οὖν καὶ ἡ πόλις ἡμῶν φαίνηται προτιμῶσα τοὺς ἀπὸ παιδείας ὁρμωμέ[νους] |
καὶ ἀπαρχομένους ἐν τῇ πόλει ἡμῶν, δεδογμένον εἶναι τῷ τ[ε συν]- | |
εδρίωι καὶ τῶι δήμωι ἐπαινέσαι Ἡγησίμαχον Ἡγησιμάχου Ἀθ[ηναῖον] | |
καὶ τὸν ὑὸν αὐτοῦ Ἡγησίμαχον ἐπὶ τῇ ἀναστροφῇ ἧι πεποί[ηνται] | |
καὶ τῇ εὐνοίαι τῆι πρὸς τὴν πόλιν ἡμῶν καὶ ἐπιμελείαι τῇ περὶ̣ [τὸ μά]- | |
15 | θημα, εἶναι δ’ αὐτοὺς καὶ προξένους καὶ εὐεργέτας τῆς πόλεω̣[ς] |
καὶ αὐτοὺς καὶ τοὺς ἐγγόνους αὐτῶν καὶ εἶναι αὐτοῖς ἀσυλίαν κ[αὶ ἀσ]- | |
φάλειαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ πολέμου καὶ εἰρήν[ης οὔ]- | |
σης καὶ τἆλλα τίμια πάντα καθάπερ καὶ τοῖς ἄλλοις προξένοις [καὶ] | |
εὐεργέταις τῆς πόλεως γέγραπται· καλέ〚λε〛σαι {²⁶καλέσαι}²⁶ δ’ αὐτοὺς κα̣[ὶ ἐπὶ] | |
20 | ξένια εἰς τὸ πρυτανεῖον ἐπὶ τὴν κοινὴν ἑστίαν, ἀναγράψαι [δὲ καὶ τό]- |
δε τὸ ψήφισμα εἰς τὸν ἐπιφανέστατον τόπον τῆς ἀγορᾶς. |