[ ] Arkadia — Teuthis — 3rd c. AD
1 [ἐνθάδ]ε̣ νηπιάχων παίδων κατὰ γαῖα καλύπτει
[ὀστέ’, ἅ γ’ ἀρ]σενίηι θάψε πατὴρ παλάμηι.
[στυγνὴ ἀπή]ντας Μοῖρα· μί’ ἡμέρη ἔκτανε παῖδας,
[αὐτίκα τ’ εἶδε γ]υνὴ δεινὸν ἐσάντ’ Ἀΐδην.
5 [πρῶτος μὲν] κούρηι λυκάβας προγενεστέρηι ἦεν,
[ἀρτίτοκο]ς δ’ ἔμπης κάτθανεν ὁπλοτέρηι.
[ἣ δ’ ἔχεν ἐν κόλ]ποις μήτηρ δύο φίλτατα τέκνα,
[δῦνεν Φερσεφό]νης δώματ’ ἀμειψαμένη.
Search Help