[ ] Arkadia — Megalopolis — 2nd/3rd c. AD
1 τὴν πᾶσιν θαυμαστὰ βίον κυκλ̣οτέρμονα σεμ[ν]ὸν
  λείπουσαν ζωῆς τύνβος ὅδ’ ἀνφιέπει·
ἢν δ’ ὄνομα ζητῇς, Διονυσία, ἣν μακαρίζει
  πᾶς ὁ γνοὺς θείας ἃς ἔλαβεν χάριτας.
5 ἡνίκα γὰρ λυκάβαντας ἔθ’ ἡλικίης δεκαπέντε
  ἔσχεν, παντοκράτωρ λάτριν ἑὴν ἔθετο
  Εἶσις, ταῖς δ’ ἰ<δ>ίαις κόσμησεν στολίσιν·
ἑξήκοντα δ’ ἐτῶν ὅτε δὴ χρόνον ἡ λάτρις ἔσχεν̣,
  τὴν ὁσίην ὁσίως στείλαθ’ ἑὴν πρόπολον·
10 λουτρὸν γὰρ φαίδρυνε καλὸν χρόα· πλεξαμένη δὲ
  τοὺς ἱεροὺς πλοκάμους ἴλλ̣αθ’ ὑγραῖς σταγόσιν·
βωμὸν δ’ ὡς προσιοῦσ’ εὐχὰς θέτο, σεμνὴ ἅπασιν
  ἄστρ’ ἔβα, ὡς ἀνόσως ᾤχετ’ ἐς ἡμιθέους.
             Διονυσία
15              χαῖρε.
Search Help