[ ]
Arkadia — Megalopolis — 2nd c. BC
1 | [τᾶ]<ς> τρ̣ίτον εὐόπλου Φιλοποίμενος̣ αἷμα̣ [λαχούσας] |
[ξε]ῖνε Μεγακλείας αἴνεσον εὐξενίαν̣, | |
[ἃ]ν ἀπὸ Δαμοκράτους λέκτρων ἠνέγκατο μά̣[τηρ], | |
[τᾶς] ξενίας [ἁγνὰ]ν Κύπριδος ἱροπόλον. | |
5 | [δ]αίμονι γὰρ ναοῖο πέριξ εὐερκέα θρινκὸν |
θ̣ήκατο καὶ ξυνοῖς ο̣[ἰ]κία δαιτυμόσι· | |
εἰ δὲ γυνὰ πλούτοιο καλὰν ἀ̣λ<λ>άξατο φάμα[ν], | |
[ο]ὐ θαῦμ’· ἁ προγόνων παισὶ ἔπεστι ἀρετά. |