[ ] Arkadia — Thelphousa — 4th/3rd c. BC
1 ἄξια σοῦ, Θέλφουσα, καὶ Ἑλλάδος ἄνυσαν ἔργα
  μαρνάμενοι πάτρας οἵδε περὶ σφετέρας·
ἦ γὰρ ἔσω νυκτὸς πυμάτας ὑπὲρ ἕρκεα πύργων
  βάντα κατ’ ἀκροτάτων ἤλασαν ἐκτὸς ἄρη
5 δυσμενέων, πολλοὺς δὲ δι’ αἵματος ἐκτανύσαντες
[κάτ]θανον εὐνομίαν ῥυσάμενοι πατέρων.
Search Help