[ ]
Arkadia — Thelphousa — 4th/3rd c. BC
| 1 | ἄξια σοῦ, Θέλφουσα, καὶ Ἑλλάδος ἄνυσαν ἔργα |
| μαρνάμενοι πάτρας οἵδε περὶ σφετέρας· | |
| ἦ γὰρ ἔσω νυκτὸς πυμάτας ὑπὲρ ἕρκεα πύργων | |
| βάντα κατ’ ἀκροτάτων ἤλασαν ἐκτὸς ἄρη | |
| 5 | δυσμενέων, πολλοὺς δὲ δι’ αἵματος ἐκτανύσαντες |
| [κάτ]θανον εὐνομίαν ῥυσάμενοι πατέρων. |