[ ]
Arkadia — Lousoi — 4th/3rd c. BC
1 | θεός. |
ἔδοξε τᾶι πόλι τῶλ Λουσ- | |
ιατᾶν· Ὀλύμπιχον Πολυκλέ- | |
ος Χαραδρέα θεαροδόκον | |
5 | καὶ πρόξενον εἶμεν αὐτ- |
ὸν καὶ [ἐ]γγόνους καὶ ἀσφά- | |
λειαν αὐτοῖς εἶμεν καὶ π- | |
ολέμου καὶ εἰράνας καὶ χ- | |
ρήμ[ασι]· εἶ[μ]εν δὲ καὶ ἐπι- | |
10 | [ν]ο[μίαν αὐ]τοῖς καὶ τἆλλ- |
α ὅσα [καὶ] τοῖς ἄλλοις προ- | |
ξένο[ις] καὶ θεαροδόκοις· | |
ἔ[δ]οξε [δ]ὲ ἐπὶ δαμιοργῶν | |
ἱερέος Δεινόλα, Σακρέτ- | |
15 | εος, Βούμα, οἰκονόμο- |
υ Ἀνθεσιλ[ά]ου Στυμφαλίου. |