[ ]
Att. — non-stoich. — 94/3 a.
1 | [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς Πανδ]ιονίδος τρίτης πρυτανείας, ἧι [— — —της Ἐπ— — — — — — ἐγραμμάτευεν], |
[Βοηδρομιῶνος — — —ι, — — —ηι] τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεά[τρωι· τῶν πρ]οέδρων ἐπεψήφιζε[ν] | |
[— — — — — — καὶ συμπρόεδρ]οι· vacat ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· vacat | |
[— — — — — — — — — εἶπεν· ἐ]πειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἡρακλείτου [ἄρχον]τος τοῦ μετὰ Ἀργεῖον θύσαντες ἐ[ν] | |
5 | [ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς] κοινῆς ἑστίας τοῦ δήμου καὶ καλ[λιερήσαν]τες μετὰ τοῦ κοσμητοῦ καὶ το[ῦ] |
[ἱερέως τοῦ Δήμου καὶ τῶν Χαρίτων καὶ τῶν] ἐξηγητῶν ἐπόμπευσάν τε τῇ Ἀρ[τέμιδι τῆ]ι Ἀγροτέραι· v ἐποιήσαν[το δὲ] | |
[καὶ τὴν ὑπαπάντησιν τοῖς ἱεροῖς καὶ προέπε]μψαν αὐτά, καὶ τὸν Ἴαχον ὡσαύτως· ἤ[ραντο δὲ κ]αὶ τοῖς μυστηρίοις [τοὺς βοῦς] | |
[ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ αὐτοὶ ἐβουθύτη]σαν ἐν τῶι περιβόλωι τοῦ ἱεροῦ· συνετέλεσ[αν δὲ καὶ] τοὺς δρόμ[ους τοὺς ἐν] | |
[τοῖς γυμνασίοις καὶ τοῖς λοιποῖς ἀγῶσιν ἅπ]ασιν καὶ ἤραντο ταῖς θυσίαις τοὺς βοῦς ε[ὐσχημό]νως κα[ὶ τὰς λαμπάδας] | |
10 | [ἔδραμον ἁπάσας καὶ τὰς πομπὰς ἐπόμ]πευσαν· ἀπήντησαν δὲ καὶ τοῖς συμμάχοι[ς τοῦ δήμ]ο[υ Ῥωμαίοις· παρ]- |
[ήγαγον δὲ καὶ τοῖς Πειραίοις τῶι Διονύσ]ωι ταῦρον, ὁμοίως δὲ καὶ Διονυσίοις ἕτερ[ον ταῦρον ὡς ὅτι κάλλισ]τον π[αρ]- | |
[ήγαγον τῆι πομπῆι ὃν καὶ ἔθυσαν ἐν τῶι ἱε]ρῶι, καὶ ἐπὶ τούτοις ἅπασιν ἐκαλλιέρησαν· πο[ιησάμενοι δὲ κα]ὶ μελέτην ἐν | |
[τοῖς ὅπλοις ἀπεδείξαντο τοῖς τε Θησεί]οις καὶ τοῖς Ἐπιταφίοις· ἐπόμπευσαν δὲ καὶ τῆι Ἀρτέμιδι [ἐ]ν Μ[ο]υνιχίαι· ἐξῆ[λθ]- | |
[ον δὲ καὶ ἐπὶ τὰ φρούρια· ἔθυσαν δὲ καὶ το]ῖς Διογενείοις· ἔπλευσαν δὲ καὶ εἰς Σαλαμῖνα τοῖς Αἰαντε[ί]οις καὶ ἔθυσα[ν] | |
15 | [τῶι Αἴαντι καὶ τἆλλα καθήκοντα ποιήσαντ]ες ἀνεστράφησαν εὐτάκτως, ἐφ’ οἷς καὶ ἐτιμήθησαν ὑπὸ τοῦ δήμου τοῦ [Σα]- |
[λαμινίων — — — — — — — — — — — — — — — — — —]ραις κατὰ τὸ ψήφιζμα, τοῖς τε Προηροσίοις ἤραντο το[ὺς] βοῦς ἐν Ἐλε[υ]- | |
[σῖνι καὶ ἐλειτούργησαν ἐν τῶι ἱερῶι εὐτάκτως· ἀ]νέθηκαν δὲ καὶ τοῖς μυστηρίοις φιάλην <τῆι> Δήμητρι καὶ τῆι Κόρηι χ[α]- | |
[ριστήριον ἀπὸ δραχμῶν Στεφανφόρου ἑκατόν], τάς τε ἄλλας θυσίας τὰς καθηκούσας ἁπάσας ἔθυσαν μετά [τε] | |
[τοῦ κοσμητοῦ καὶ τῶν διδασκάλων τοῖς θεοῖς καὶ τοῖς εὐεργ]έταις τοῦ δήμου καὶ ἐκαλλιέρησαν ἐμ πάσαις· γινόμενοι δὲ [κα]- | |
20 | [ὶ ζηλωταὶ τῶν καλλίστων ἐκ τῆς πρώτης ἡλικίας ἠ]λείφοντο ἐνδελεχῶς ἐν τοῖς γυμνασίοις ἀγόμενοι ὑπ[ὸ το]- |
[ῦ κοσμητοῦ καὶ ἐσχόλασαν δι’ ὅλου τοῦ ἐνιαυτοῦ τοῖς] φιλοσόφοις μετὰ πάσης εὐταξίας· π[α]ρήδρευσαν δὲ κα[ὶ τα]- | |
[ῖς ἐκκλησίαις ἁπάσαις ἐν ὅπλοις ταῖς τε ἐν ἄστει καὶ ἐ]μ Πειραιεῖ· παρετύγχανον δὲ καὶ ταῖς ἀκροάσεσιν ἁπάσαις εὐ[τά]- | |
[κτως καὶ διετέλεσαν ὁμονοοῦντες καὶ πειθαρχοῦντε]ς τῶι τε κοσμητεῖ καὶ τοῖς διδασκάλοις δι’ ὅλου τοῦ ἐνιαυτοῦ· | |
[ἀνέθηκαν δὲ καὶ φιάλην τῆι μητρὶ τῶν θεῶν ἀπὸ δρ]αχμῶν Στεφανηφόρου ἑβδομήκοντα κατὰ τὸ ψήφισμα ὃ Δι- | |
25 | [οσκουρίδης Διοσκουρίδου Φηγαιεὺς εἶπεν· ἀνέθηκαν δὲ] καὶ βυβλία εἰς τὴν ἐν Πτολεμαίῳ βυβλιοθήκην ἑκατὸν κατὰ |
[τὸ ψήφισμα· ἐποιήσαντο δὲ καὶ ἐπ’ ἐξόδωι τῆς ἐφηβείας] τὴν ἀπόδειξιν τῆι βουλῆι· ὅπως οὖν ἥ τε βουλὴ καὶ ὁ δῆμος | |
[φαίνωνται τιμῶντες τοὺς πειθαρχοῦντας τοῖς τε νόμοις κ]αὶ ψηφίσμασι[ν] ἐκ τῆς πρώτης ἡλικίας· vacat | |
[ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας προέδρους εἰς τὴν ἐ]πιοῦσαν [ἐκκλ]ησίαν χρηματίσαι περὶ τούτων, γνώ- | |
[μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐ]παινέσα[ι τοὺς ἐ]φήβους καὶ στεφανῶσαι αὐτοὺς | |
30 | [χρυσῶι στεφάνωι εὐταξίας ἕνεκεν ἧς ἔχοντες διετέλεσαν εὐσε]βείας τῆ[ς πρὸς τ]οὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς |
[τὴν βουλὴν καὶ τὸν δῆμον καὶ εὐνοίας τῆς πρὸς τὸν κοσμητήν, καὶ ἀνει]πεῖν· τ[ὸν στέφα]νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄ- | |
[στει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμν]ικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγορεύσε- | |
[ως τοῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικ]ῶν· ἐπαινέσαι δὲ καὶ τοὺς διδασ- | |
[κάλους τόν τε παιδοτρίβην — — — — — — καὶ τὸν — — — — — — — — — — κ]αὶ τὸν ἀκοντιστὴν Ἀριστοφά- | |
35 | [νην — — — καὶ τὸν — — — — — — — — — καὶ τὸν — — — — — — Λαμπ]τρέα καὶ τὸν ὀπλομάχον Τιμο- |
[— — — — — καὶ τὸν — — — — — — — — —, καὶ στεφανῶσαι ἕκαστον αὐ]τῶν θαλλοῦ στεφάνωι. ἀνα- | |
[γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσα]ι ἐν ἀγορᾷ, τὸ δὲ γενόμενον | |
[εἰς αὐτὴν ἀνάλωμα μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν]. | |
38a | vacat 0.022 |
39 | [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς — — — — — — — — — πρυτανείας, ἧι — —]της Ἐπ — — — — — — |
40 | [ἐγραμμάτευεν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —] |