[ ] Att. — non-stoich. — 94/3 a.
1 [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς Πανδ]ιονίδος τρίτης πρυτανείας, ἧι [— — —της Ἐπ— — — — — — ἐγραμμάτευεν],
[Βοηδρομιῶνος — — —ι, — — —ηι] τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεά[τρωι· τῶν πρ]οέδρων ἐπεψήφιζε[ν]
[— — — — — — καὶ συμπρόεδρ]οι·       vacat ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· vacat
[— — — — — — — — — εἶπεν· ἐ]πειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἡρακλείτου [ἄρχον]τος τοῦ μετὰ Ἀργεῖον θύσαντες ἐ[ν]
5 [ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς] κοινῆς ἑστίας τοῦ δήμου καὶ καλ[λιερήσαν]τες μετὰ τοῦ κοσμητοῦ καὶ το[ῦ]
[ἱερέως τοῦ Δήμου καὶ τῶν Χαρίτων καὶ τῶν] ἐξηγητῶν ἐπόμπευσάν τε τῇ Ἀρ[τέμιδι τῆ]ι Ἀγροτέραι· v ἐποιήσαν[το δὲ]
[καὶ τὴν ὑπαπάντησιν τοῖς ἱεροῖς καὶ προέπε]μψαν αὐτά, καὶ τὸν Ἴαχον ὡσαύτως· ἤ[ραντο δὲ κ]αὶ τοῖς μυστηρίοις [τοὺς βοῦς]
[ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ αὐτοὶ ἐβουθύτη]σαν ἐν τῶι περιβόλωι τοῦ ἱεροῦ· συνετέλεσ[αν δὲ καὶ] τοὺς δρόμ[ους τοὺς ἐν]
[τοῖς γυμνασίοις καὶ τοῖς λοιποῖς ἀγῶσιν ἅπ]ασιν καὶ ἤραντο ταῖς θυσίαις τοὺς βοῦς ε[ὐσχημό]νως κα[ὶ τὰς λαμπάδας]
10 [ἔδραμον ἁπάσας καὶ τὰς πομπὰς ἐπόμ]πευσαν· ἀπήντησαν δὲ καὶ τοῖς συμμάχοι[ς τοῦ δήμ]ο[υ Ῥωμαίοις· παρ]-
[ήγαγον δὲ καὶ τοῖς Πειραίοις τῶι Διονύσ]ωι ταῦρον, ὁμοίως δὲ καὶ Διονυσίοις ἕτερ[ον ταῦρον ὡς ὅτι κάλλισ]τον π[αρ]-
[ήγαγον τῆι πομπῆι ὃν καὶ ἔθυσαν ἐν τῶι ἱε]ρῶι, καὶ ἐπὶ τούτοις ἅπασιν ἐκαλλιέρησαν· πο[ιησάμενοι δὲ κα]ὶ μελέτην ἐν
[τοῖς ὅπλοις ἀπεδείξαντο τοῖς τε Θησεί]οις καὶ τοῖς Ἐπιταφίοις· ἐπόμπευσαν δὲ καὶ τῆι Ἀρτέμιδι [ἐ]ν Μ[ο]υνιχίαι· ἐξῆ[λθ]-
[ον δὲ καὶ ἐπὶ τὰ φρούρια· ἔθυσαν δὲ καὶ το]ῖς Διογενείοις· ἔπλευσαν δὲ καὶ εἰς Σαλαμῖνα τοῖς Αἰαντε[ί]οις καὶ ἔθυσα[ν]
15 [τῶι Αἴαντι καὶ τἆλλα καθήκοντα ποιήσαντ]ες ἀνεστράφησαν εὐτάκτως, ἐφ’ οἷς καὶ ἐτιμήθησαν ὑπὸ τοῦ δήμου τοῦ [Σα]-
[λαμινίων — — — — — — — — — — — — — — — — — —]ραις κατὰ τὸ ψήφιζμα, τοῖς τε Προηροσίοις ἤραντο το[ὺς] βοῦς ἐν Ἐλε[υ]-
[σῖνι καὶ ἐλειτούργησαν ἐν τῶι ἱερῶι εὐτάκτως· ἀ]νέθηκαν δὲ καὶ τοῖς μυστηρίοις φιάλην <τῆι> Δήμητρι καὶ τῆι Κόρηι χ[α]-
[ριστήριον ἀπὸ δραχμῶν Στεφανφόρου ἑκατόν], τάς τε ἄλλας θυσίας τὰς καθηκούσας ἁπάσας ἔθυσαν μετά [τε]
[τοῦ κοσμητοῦ καὶ τῶν διδασκάλων τοῖς θεοῖς καὶ τοῖς εὐεργ]έταις τοῦ δήμου καὶ ἐκαλλιέρησαν ἐμ πάσαις· γινόμενοι δὲ [κα]-
20 [ὶ ζηλωταὶ τῶν καλλίστων ἐκ τῆς πρώτης ἡλικίας ἠ]λείφοντο ἐνδελεχῶς ἐν τοῖς γυμνασίοις ἀγόμενοι ὑπ[ὸ το]-
[ῦ κοσμητοῦ καὶ ἐσχόλασαν δι’ ὅλου τοῦ ἐνιαυτοῦ τοῖς] φιλοσόφοις μετὰ πάσης εὐταξίας· π[α]ρήδρευσαν δὲ κα[ὶ τα]-
[ῖς ἐκκλησίαις ἁπάσαις ἐν ὅπλοις ταῖς τε ἐν ἄστει καὶ ἐ]μ Πειραιεῖ· παρετύγχανον δὲ καὶ ταῖς ἀκροάσεσιν ἁπάσαις εὐ[τά]-
[κτως καὶ διετέλεσαν ὁμονοοῦντες καὶ πειθαρχοῦντε]ς τῶι τε κοσμητεῖ καὶ τοῖς διδασκάλοις δι’ ὅλου τοῦ ἐνιαυτοῦ·
[ἀνέθηκαν δὲ καὶ φιάλην τῆι μητρὶ τῶν θεῶν ἀπὸ δρ]αχμῶν Στεφανηφόρου ἑβδομήκοντα κατὰ τὸ ψήφισμα ὃ Δι-
25 [οσκουρίδης Διοσκουρίδου Φηγαιεὺς εἶπεν· ἀνέθηκαν δὲ] καὶ βυβλία εἰς τὴν ἐν Πτολεμαίῳ βυβλιοθήκην ἑκατὸν κατὰ
[τὸ ψήφισμα· ἐποιήσαντο δὲ καὶ ἐπ’ ἐξόδωι τῆς ἐφηβείας] τὴν ἀπόδειξιν τῆι βουλῆι· ὅπως οὖν ἥ τε βουλὴ καὶ ὁ δῆμος
[φαίνωνται τιμῶντες τοὺς πειθαρχοῦντας τοῖς τε νόμοις κ]αὶ ψηφίσμασι[ν] ἐκ τῆς πρώτης ἡλικίας· vacat
[ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας προέδρους εἰς τὴν ἐ]πιοῦσαν [ἐκκλ]ησίαν χρηματίσαι περὶ τούτων, γνώ-
[μην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι ἐ]παινέσα[ι τοὺς ἐ]φήβους καὶ στεφανῶσαι αὐτοὺς
30 [χρυσῶι στεφάνωι εὐταξίας ἕνεκεν ἧς ἔχοντες διετέλεσαν εὐσε]βείας τῆ[ς πρὸς τ]οὺς θεοὺς καὶ φιλοτιμίας τῆς εἰς
[τὴν βουλὴν καὶ τὸν δῆμον καὶ εὐνοίας τῆς πρὸς τὸν κοσμητήν, καὶ ἀνει]πεῖν· τ[ὸν στέφα]νον τοῦτον Διονυσίων τε τῶν ἐν ἄ-
[στει καινοῖς τραγωιδοῖς καὶ Παναθηναίων καὶ Ἐλευσινίων καὶ Πτολεμαίων τοῖς γυμν]ικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγορεύσε-
[ως τοῦ στεφάνου ἐπιμεληθῆναι τοὺς στρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιωτικ]ῶν· ἐπαινέσαι δὲ καὶ τοὺς διδασ-
[κάλους τόν τε παιδοτρίβην — — —  — — — καὶ τὸν — — —  — — —  — — — — κ]αὶ τὸν ἀκοντιστὴν Ἀριστοφά-
35 [νην — — — καὶ τὸν — — —  — — —  — — — καὶ τὸν — — —  — — — Λαμπ]τρέα καὶ τὸν ὀπλομάχον Τιμο-
[— —  — — — καὶ τὸν — — —  — — —  — — —, καὶ στεφανῶσαι ἕκαστον αὐ]τῶν θαλλοῦ στεφάνωι. ἀνα-
[γράψαι δὲ τόδε τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανείαν ἐν στήληι λιθίνηι καὶ στῆσα]ι ἐν ἀγορᾷ, τὸ δὲ γενόμενον
[εἰς αὐτὴν ἀνάλωμα μερίσαι τὸν ταμίαν τῶν στρατιωτικῶν].
38a                   vacat 0.022
39 [ἐπὶ — — — ἄρχοντος ἐπὶ τῆς — — —  — — —  — — — πρυτανείας, ἧι — —]της Ἐπ — — — — — —
40 [ἐγραμμάτευεν — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]
Search Help
Contact Us