Citizenship decree for Eurydamas.  Four joining fragments of the lower part of a marble stele.
[ ] Thessalia (Achaia Phthiotis) — Thebai — Pyrasos (Nea Anchialos) — 3rd c. BC — PAAH (1971) 41, 2 — cf. BE (1973) 238a — cf. BE (2004) 201
[— — — — — — — — — — — — — — — — —]
[․]οι β[ο]ύλω[ντ]αι· Θηβαίους δὲ μὴ ἐξε[ῖναι]
μηδὲ δι’ ἑνὸ[ς τ]ρόπου μήτε κοινῇ μήτε
ἄρχοντα μηδένα μηδὲ ἰδίαι μηδέ[να] {ΑΠΕ}
ἀπε[λα]ύνειν Εὐρυδάμαντα ἀπὸ τῆς πο-
5 λιτείας ἂν [μ]ή τι πονηρὸν πρᾶγμα πράσο-
ντα εἰς τὴν πόλιν ἢ εἰς τὰ πράγματα τὰ τῆ-
ς πόλεως ἐξελέγχωσι οἱ βουλόμενοι
ἀπελαύνειν ἀπὸ τῆς πολιτείας· ἂν δὲ
μὴ ἐξελέ[γχ]ωσι οἱ ἐπιβαλλόμενοι ἐξε-
10 λέγχειν, ἀποτεισάντω τῆι Δήμητρι τῆι Π[α]-
ναχαίαι τάλαντον ἀργυρίου καὶ τοῦ[το]
[ἱε]ρὸν ἔστω τῆς Δήμητρος· Εὐρυδάμ[αντι]
[ὥστ’ ἀσφά]λειαν εἶναι [․]ΑΣΩΝ ΑΧΡ[— —]
13a                                       [   ]ΑΤΕΙΩΝ
14 [— — — — — — — — Εὐρυδ]άμαντα [— — —]
15 [— — — — — — — — — —]αν δὲ βού[λονται —]-
ς παρὰ Ε[ὐρυδ][μαντ— — — — — — — — —]
ὑπὲρ εὐνοίας καὶ δικαιοσύνης τῆς πρὸς τὴν
πόλιν καὶ τὰ πράγματα τὰ τῆς πόλεως· ὀμνύ-
τω Εὐρυδάμας τὸν ὅρκον ὃν ἂν ἡ πόλις προγρ-
20 ψηι, ἂν μὴ ἀνωμότωι διαπιστεύωσι· ταῦτα
ἀναγραψάτω Εὐρυδάμας εἰστήλας λιθί-
νας καὶ ἀνθέτω εἰς τὸ ἱερὸν τῆς Δήμητρος
καὶ ὅπου ἂν ἀλλαχοῦ ἡ πόλις κελεύηι.
Search Help
Contact Us