Citizenship decree for Eurydamas. Four joining fragments of the lower part of a marble stele.
[ ]
Thessalia (Achaia Phthiotis) — Thebai — Pyrasos (Nea Anchialos) — 3rd c. BC — PAAH (1971) 41, 2 — cf. BE (1973) 238a — cf. BE (2004) 201
[— — — — — — — — — — — — — — — — —] | |
[․]οι β[ο]ύλω[ντ]αι· Θηβαίους δὲ μὴ ἐξε[ῖναι] | |
μηδὲ δι’ ἑνὸ[ς τ]ρόπου μήτε κοινῇ μήτε | |
ἄρχοντα μηδένα μηδὲ ἰδίαι μηδέ[να] {ΑΠΕ} | |
ἀπε[λα]ύνειν Εὐρυδάμαντα ἀπὸ τῆς πο- | |
5 | λιτείας ἂν [μ]ή τι πονηρὸν πρᾶγμα πράσο- |
ντα εἰς τὴν πόλιν ἢ εἰς τὰ πράγματα τὰ τῆ- | |
ς πόλεως ἐξελέγχωσι οἱ βουλόμενοι | |
ἀπελαύνειν ἀπὸ τῆς πολιτείας· ἂν δὲ | |
μὴ ἐξελέ[γχ]ωσι οἱ ἐπιβαλλόμενοι ἐξε- | |
10 | λέγχειν, ἀποτεισάντω τῆι Δήμητρι τῆι Π[α]- |
ναχαίαι τάλαντον ἀργυρίου καὶ τοῦ[το] | |
[ἱε]ρὸν ἔστω τῆς Δήμητρος· Εὐρυδάμ[αντι] | |
[ὥστ’ ἀσφά]λειαν εἶναι [․]ΑΣΩΝ ΑΧΡ[— —] | |
13a | [ ]ΑΤΕΙΩΝ |
14 | [— — — — — — — — Εὐρυδ]άμαντα [— — —] |
15 | [— — — — — — — — — —]αν δὲ βού[λονται —]- |
ς παρὰ Ε[ὐρυδ]ά[μαντ— — — — — — — — —] | |
ὑπὲρ εὐνοίας καὶ δικαιοσύνης τῆς πρὸς τὴν | |
πόλιν καὶ τὰ πράγματα τὰ τῆς πόλεως· ὀμνύ- | |
τω Εὐρυδάμας τὸν ὅρκον ὃν ἂν ἡ πόλις προγρ- | |
20 | άψηι, ἂν μὴ ἀνωμότωι διαπιστεύωσι· ταῦτα |
ἀναγραψάτω Εὐρυδάμας εἰστήλας λιθί- | |
νας καὶ ἀνθέτω εἰς τὸ ἱερὸν τῆς Δήμητρος | |
καὶ ὅπου ἂν ἀλλαχοῦ ἡ πόλις κελεύηι. |