Citizenship decree for Eurydamas. Four joining fragments of the lower part of a marble stele.
[ ]
Thess. (Achaia Phthiotis) — Thebes — Pyrasos (Nea Anchialos) — 3rd c. BC — PAAH (1971) 41, 2 — BE (1973) 238a (cf.) — BE (2004) 201 (cf.)
See also:
| [— — — — — — — — — — — — — — — — —] | |
| [․]οι β[ο]ύλω[ντ]αι· Θηβαίους δὲ μὴ ἐξε[ῖναι] | |
| μηδὲ δι’ ἑνὸ[ς τ]ρόπου μήτε κοινῇ μήτε | |
| ἄρχοντα μηδένα μηδὲ ἰδίαι μηδέ[να] {ΑΠΕ} | |
| ἀπε[λα]ύνειν Εὐρυδάμαντα ἀπὸ τῆς πο- | |
| 5 | λιτείας ἂν [μ]ή τι πονηρὸν πρᾶγμα πράσο- |
| ντα εἰς τὴν πόλιν ἢ εἰς τὰ πράγματα τὰ τῆ- | |
| ς πόλεως ἐξελέγχωσι οἱ βουλόμενοι | |
| ἀπελαύνειν ἀπὸ τῆς πολιτείας· ἂν δὲ | |
| μὴ ἐξελέ[γχ]ωσι οἱ ἐπιβαλλόμενοι ἐξε- | |
| 10 | λέγχειν, ἀποτεισάντω τῆι Δήμητρι τῆι Π[α]- |
| ναχαίαι τάλαντον ἀργυρίου καὶ τοῦ[το] | |
| [ἱε]ρὸν ἔστω τῆς Δήμητρος· Εὐρυδάμ[αντι] | |
| [ὥστ’ ἀσφά]λειαν εἶναι [․]ΑΣΩΝ ΑΧΡ[— —] | |
| 13a | [ ]ΑΤΕΙΩΝ |
| 14 | [— — — — — — — — Εὐρυδ]άμαντα [— — —] |
| 15 | [— — — — — — — — — —]αν δὲ βού[λονται —]- |
| ς παρὰ Ε[ὐρυδ]ά[μαντ— — — — — — — — —] | |
| ὑπὲρ εὐνοίας καὶ δικαιοσύνης τῆς πρὸς τὴν | |
| πόλιν καὶ τὰ πράγματα τὰ τῆς πόλεως· ὀμνύ- | |
| τω Εὐρυδάμας τὸν ὅρκον ὃν ἂν ἡ πόλις προγρ- | |
| 20 | άψηι, ἂν μὴ ἀνωμότωι διαπιστεύωσι· ταῦτα |
| ἀναγραψάτω Εὐρυδάμας εἰστήλας λιθί- | |
| νας καὶ ἀνθέτω εἰς τὸ ἱερὸν τῆς Δήμητρος | |
| καὶ ὅπου ἂν ἀλλαχοῦ ἡ πόλις κελεύηι. |