| 1 | ἀγαθῆι τύχηι. ἐπὶ Μηδείου ἄρχοντος ἐπὶ τῆς Λεωντίδος τρίτης πρυτανείας, ᾗ Φιλί- |
| ων Φιλίωνος Ἐλευσίνιος ἐγραμμάτευεν· Βοηδρομιῶνος ἐνάτηι ἱσταμένου, ἐνάτῃ | |
| τῆς πρυτανείας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζεν Ἐπιτέλης | |
| Ἀρεταίου Παιανιεὺς καὶ συμπρόεδροι· vvvv ἔδοξεν τῶι δήμωι· vvvvv Νικόστρατος | |
| 5 | Δημαρέτου Λαμπτρεὺς εἶπεν· v ἐπειδὴ οἱ ἔφηβοι οἱ ἐπὶ Ἐχεκράτου ἄρχοντος θύσαν- |
| τες ἐν ταῖς ἐγγραφαῖς ἐν τῶι πρυτανείωι ἐπὶ τῆς κοινῆς ἑστίας τοῦ δήμου | |
| καὶ καλλιερήσαντες μετὰ τοῦ κοσμητοῦ καὶ τοῦ ἱερέως τοῦ Δήμου καὶ τῶν Χα- | |
| ρίτων καὶ τῶν ἐξηγητῶν ἐπόμπευσάν τε τῆι Ἀρτέμιδι τῆι Ἀγροτέρᾳ ἐν ὅπλοις, | |
| ἐποιήσαντο δὲ καὶ τὴν ὑπαπάντησιν τοῖς ἱεροῖς ἐν ὅπλοις καὶ προέπεμψαν | |
| 10 | αὐτά, καὶ τὸν Ἴακχον ὡσαύτως· ἤραντο δὲ καὶ τοῖς μυστηρίοις τοὺς βοῦς |
| ἐν Ἐλευσῖνι τῆι θυσίαι καὶ αὐτοὶ ἐβουθύτησαν ἐν τῶι περιβόλωι τοῦ ἱεροῦ· | |
| συνετέλεσαν δὲ καὶ τοὺς δρόμους τοὺς ἐν τοῖς γυμνασίοις καὶ τοῖς λοι- | |
| πεῖς ἀγῶσιν ἅπαντας καὶ ἤραντο ταῖς θυσίαις τοὺς βοῦς εὐσχημόνως καὶ τὰς | |
| λαμπάδας ἔδραμον ἁπάσας καὶ τὰς πομπὰς ἐπόμπευσαν· ἀπήντησαν δὲ | |
| 15 | καὶ τοῖς συμμάχοις καὶ τοῖς εὐεργέταις τοῦ δήμου Ῥωμαίοις· παρήγαγον δὲ |
| καὶ τοῖς Ἐλευσινίοις βοῦς τροφίας δύο καὶ ἔθυσαν, καὶ τοῖς Πειραίοις τῶι Δι- | |
| ονύσωι ταῦρον καὶ ἔθυσαν, τοῖς τε Διονυσίοις ἕτερον βοῦν ὡς ὅτι κάλλισ- | |
| τον παρήγαγον τῆι πομπῆι ὃν καὶ ἔθυσαν ἐν τῶι ἱερῶι, καὶ ἐπὶ τούτοις ἅπασιν | |
| ἐκαλλιέρησαν· vv ποιησάμενοι δὲ καὶ μελέτην ἐν τοῖς ὅπλοις ἀπεδείξαντο | |
| 20 | τοῖς τε Θησείοις καὶ τοῖς Ἐπιταφίοις· ἐποιήσαντο δὲ καὶ τῆι πομπῆι ἅμιλ- |
| λαν ἐν τῶι λιμένι, περιέπλευσαν δὲ καὶ εἰς Μουνιχίαν καὶ ἔθυσαν τῆι θε[ῶι]· | |
| ἐξῆλθον δὲ καὶ ἐπὶ τὰ φρούρια καὶ τὰ ὅρια γῆς Ἀττικῆς πλεονάκις ἐν ὅπλοις | |
| καθὼς ἐπέταττον αὐτοῖς τὰ ψηφίσματα τῆς τε βουλῆς καὶ τοῦ δήμου· ἔθυ- | |
| σαν δὲ καὶ τοῖς Διογενείοις ταύρους δύο· ἔπλευσαν δὲ καὶ εἰς Σαλαμῖνα τοῖς [Αἰ]- | |
| 25 | αντείοις καὶ ἔθυσαν τῶι Αἴαντι καὶ τἆλλα καθήκοντα ποιήσαντες ἀνεσ- |
| τράφησαν εὐτάκτως, ἐφ’ οἷς καὶ ἐτιμήθησαν ὑπὸ τοῦ δήμου τοῦ Σαλαμινίων· | |
| προαναπλεύσαντες δὲ καὶ ἐπὶ τρόπαιον δυσὶ πλοίοις ἔθυσαν τῶι Διὶ τῶι Τρο- | |
| παίωι, τοῖς τε Προηρεσίοις ἤραντο τοὺς βοῦς ἐν Ἐλευσῖνι καὶ ἐλειτούργησαν | |
| ἐν τῶι ἱερῶι εὐτάκτως· vv ἀνέθηκαν δὲ καὶ τοῖς μεγάλοις μυστηρίοις φιάλην | |
| 30 | τῆι τε Δήμητρι καὶ τῆι Κόρηι χαριστήριον ἀπὸ δραχμῶν Στεφανηφόρου ἑκατὸν τάς |
| τε ἄλλας θυσίας τὰς καθηκούσας ἁπάσας ἔθυσαν μετά τε τοῦ κοσμητοῦ καὶ τῶν διδασ- | |
| κάλων τοῖς θεοῖς καὶ τοῖς εὐεργέταις τοῦ δήμου καὶ ἐκαλλιέρησαν ἐμ πάσαις· γινόμε- | |
| νοι δὲ καὶ ζηλωταὶ τῶν καλλίστων ἐκ τῆς πρώτης ἡλικίας ἠλείφοντό τε ἐνδ[ελε]- | |
| χῶς ἐν τοῖς γυμνασίοις ἀγόμενοι ὑπὸ τοῦ κοσμητοῦ καὶ ἐσχόλασαν δι’ ὅλου τοῦ ἐν[ιαυτοῦ] | |
| 35 | τοῖς φιλοσόφοις μετὰ πάσης εὐταξίας· vv παρήδρευσαν δὲ καὶ ταῖς ἐκκλησ[ίαις ἁπά]- |
| σαις ἐν ὅπλοις ταῖς τε ἐν ἄστει καὶ ἐμ Πειραιεῖ· παρετύγχανον δὲ καὶ ταῖς [ἀκροάσε]- | |
| σιν ἁπάσαις εὐτάκτως· v ἐποιήσαντο δὲ καὶ τὰς καθολκὰς καὶ τὰς νεωλκ[ίας πειθαρ]- | |
| χοῦντες τοῖς ὑπὸ τῶν στρατηγῶν παραγγελλομένοις καὶ διετέλεσ[α]ν ὁμ[ονοοῦν]- | |
| τες καὶ πειθαρχοῦντες τῶι τε κοσμητῆι καὶ τοῖς διδασκάλοις δι’ ὅλου τοῦ ἐ[νιαυ]- | |
| 40 | τοῦ· v ἀνέθηκαν δὲ καὶ φιάλην τῆι μητρὶ τῶν θεῶν ἀπὸ δραχμῶν Στεφανηφόρου ἑ[βδο]- |
| μήκοντα κατὰ τὸ ψήφισμα ὃ Διοσκουρίδης Διοσκουρίδου Φηγαιεὺς εἶπεν· vv ἐπο[ι]- | |
| ήσαντο δὲ καὶ ἐπ’ ἐξόδωι τῆς ἐφηβείας τὴν ἀπόδειξ[ιν τ]ῆι βουλῆι· v ὅπως οὖν ἥ | |
| [τε] βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶντες τοὺς π[ειθα]ρχοῦντας τοῖς τε νόμοις κα[ὶ] | |
| ψηφίσμασιν ἐκ τῆς πρώτης ἡλικίας, vv ἀγαθῆι τύχη[ι δεδ]όχθαι τῆι βουλῆι· v τοὺς λα- | |
| 45 | χόντας <προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματίσαι περὶ τούτων, γνώμην | δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι | βουλῆι>, vv ἐπαινέσαι το[ὺς ἐφή]βους καὶ στεφαν[ῶ]σαι αὐτο[ὺ]ς χρυσῶι στεφάνωι |
| εὐτα[ξ]ίας ἕνεκεν ἧς ἔχο[ντες διε]τέλεσαν καὶ ε[ὐσ]εβείας τῆς πρὸς [τ]οὺς θεοὺς | |
| καὶ φιλοτιμίας τῆς εἰς τὴ[ν βουλὴν] καὶ τὸν δῆμ[ον κ]αὶ εὐνοίας τῆς πρὸς τὸν κοσμ[ητήν], | |
| καὶ ἀνειπεῖ[ν τ]ὸν στέφανον τ[οῦτον Διονυ]σίω[ν τε] τῶν ἐν ἄστει καινοῖς τραγῳδοῖς καὶ | |
| Παναθηναί[ων] καὶ Ἐλευσινίων [καὶ Πτολεμαίων τ]οῖς γυμνικοῖς ἀγῶσιν· τῆς δὲ ἀναγο- | |
| 50 | ρεύσεως [τοῦ] στεφάνου ἐπιμελ[ηθῆναι τοὺς σ]τρατηγοὺς καὶ τὸν ταμίαν τῶν στρατιω- |
| τικῶν· vv ἐπαινέσαι δὲ καὶ τοὺς διδ[ασκάλους, τ]όν τε παιδοτρίβην Τιμοκράτην Ἁλιμού- | |
| σιον καὶ τὸν ὁπλομάχον Ἡρόδοτ[ον Εἰτ]εα[ῖο]ν v καὶ τὸν ἀκοντιστὴν Δημόστρατον | |
| Συπαλήττιον καὶ τὸ[ν] το[ξότην Ζώ]πυρον Αἰξ〚α〛ωνέα {²⁶Αἰξωνέα}²⁶ vv καὶ τὸν ἀφέτην Καλλίαν Αἰγιλ[ιέα] | |
| καὶ τὸν γραμματέ[α Ἐπίστρατ]ον Περιθοίδη[ν] καὶ τὸν ὑπηρέτην Διόδωρον Ἀζην[ιέα], | |
| 55 | κ[αὶ] στεφανῶσαι [ἕκαστον α]ὐτῶν θαλλοῦ στεφάνωι. vv ἀναγράψαι δὲ τό[δε] |
| [τὸ ψ]ήφισμα τὸν γρα[μματέα] τὸν κατὰ πρυτανε[ίαν] εἰστήλην λιθίνην καὶ στῆσ[αι ἐν] | |
| [ἀγ]ορᾶι· v τὸ δὲ γενόμε[νον εἰ]ς αὐτὴν ἀνάλωμα μερ[ίσα]ι τὸν ταμίαν τῶν στρατ[ιω]τικῶ[ν]. | |
| col. I.58 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| in corona: | |
| 59 | τοὺς ἐ- |
| 60 | φήβους καὶ |
| τὸν κοσ- | |
| μητὴν | |
| Τίμων[α] | |
| Βου[τά]- | |
| 65 | [δην] |
| col. II.60a | in corona: |
| 61 | ἡ βουλὴ |
| καὶ ὁ δῆμος | |
| τοὺς ἐφή- | |
| βους | |
| col. III.58 | ἡ βουλὴ καὶ |
| ὁ δῆμος | |
| in corona: | |
| 60 | τὸν κοσ- |
| μητὴν | |
| Τίμωνα | |
| Βουτά- | |
| δην | |
| col. IV.58 | ὁ δῆμος |
| [ὁ] Σαλαμινίων | |
| in corona: | |
| 60 | [τ]οὺς ἐφή- |
| βους καὶ τὸν | |
| κοσμητὴν | |
| Τίμωνα | |
| Βουτά- | |
| 65 | δην |
| col. V.58 | οἱ ἔφ[ηβ]οι |
| in corona: | |
| 60 | τὸν κοσ- |
| μητὴν | |
| Τίμωνα | |
| Βουτά- | |
| δην | |
| 66 | ἀγαθῆι τύχηι. ἐπὶ Μηδείου ἄρχοντος ἐπὶ τῆς Λεωντ[ίδο]ς τρίτης πρυτανείας, ᾗ Φι- |
| λίων Φιλίωνος Ἐλευσίνιος ἐγ〚γ〛ραμμάτευεν {²⁶ἐγραμμάτευεν}²⁶· Βοηδρομιῶνος ἕκτη[ι] {⁹ἐνάτηι}⁹ [ἱστα]μένου, ἐνάτῃ τῆς πρυτανεί- | |
| ας· ἐκκλησία κυρία ἐν τῶι θεάτρωι· τῶν προέδρων ἐπεψήφιζ[εν Ἐ]πιτέλης Ἀρεταίου Παιανιεὺς | |
| καὶ συμπρόεδροι· vacat ἔδοξεν τῶι δήμ[ωι]· vacat | |
| 70 | Νικόστρατος Δημαρέ[τ]ου Λαμπτρεὺς εἶπεν· v ἐπειδὴ Τίμ[ω]ν Τιμαρχίδου Βουτάδης χειρ[ο]- |
| τονηθεὶς κοσμητὴς ἐπὶ τοὺς ἐφήβους εἰς τὸν [ἐνι]αυτὸν τὸν ἐπὶ Ἐχεκράτου ἄρχον- | |
| τος παραλαβὼν τὴν ἐ[γ]χειρισθεῖσαν ἑαυτ[ῶι πί]στιν ὑπὸ τοῦ δήμου καὶ θύσας ἐν τῷ | |
| πρυτανείωι ἐκ τῶν ἰδίω[ν] μετὰ τῶν ἐφήβων [ἐπὶ] τῆς κοινῆς ἑστίας κατὰ τὰ ἐψηφισμ[έ]- | |
| να τῶι δήμωι· vv θύσας δὲ κ[α]ὶ τὰς ἄλλας θυ[σία]ς τὰς ἐν τῶι ἐνιαυτῶι πάσας καὶ καλ- | |
| 75 | λιερήσας ἦρξεν τὴν ἀρχὴν κατὰ τοὺς νό[μο]υς καὶ τὰ ψηφίσματα τοῦ δήμου· vv διε- |
| τήρησεν δὲ αὐτῶν καὶ τὴν πρὸς ἀλλ[ήλ]ους ὁμόνοιαν καὶ φιλίαν δι’ ὅλου τοῦ ἐνια[υ]- | |
| τοῦ· v παρεστήσατο δὲ καὶ εἰς τὸ ε[ὐηκό]ους αὐτοὺς εἶναι πρὸς τὰ παραγγελ[λό]- | |
| μενα ὑπό τε τῶν στρατηγ[ῶ]ν κα[ὶ ἑαυ]τοῦ καὶ τῶν διδασκάλων· v προενοή[θη] | |
| δὲ καὶ τῆς τοῦ ἐλαίου θέσεως [δι’ ὅλ]ου τοῦ ἐνιαυτοῦ προτρεψάμενος τοὺς [δυ]- | |
| 80 | ναμένους τῶν ἐφήβων συνε[πιδ]ο[ῦ]ναι ἑαυτούς· v ἐφρόντισεν δὲ ὁμοίως καὶ |
| ὑπὲρ τῶν γινομένων διόλου τοῖς [ἐ]φήβοις ἀργυρικῶν ζημιῶν ἄρας αὐτὰς καὶ ο[ὐ]- | |
| κ ἐάσας εἰς τὸ κοινὸν συνάγε[σθ]αι διάφορον κατ’ οὐθένα τῶν τρόπων· vv ἐποιή- | |
| σατο δὲ καὶ πρόνοιαν καὶ μάλ[ισ]τα ἔσπευσεν καὶ τοῦ διατηρηθῆναι τὴν εὐφη- | |
| μίαν αὐτοῖς προσκαρτερῶ[ν ἐπ]ιμελῶς καὶ προσεδρεύων, εἴς τε τὰ γυμνάσι[α] | |
| 85 | ἄγων αὐτοὺς καθ’ ἑκάστ[ην ἡ]μέραν καὶ ταῖς σχολαῖς παρακαθιζάνων· ἤγα- |
| γεν δὲ αὐτοὺς ἐνόπλους [ἐπὶ τ]ὰ φρούρια καὶ τὰ ὅρια τῆς Ἀττικῆς πλεονάκις, κα- | |
| θάπερ αὐτῶι προσέτ[αττον] οἵ τε νόμοι καὶ τὰ ψηφίσματα τῆς τε βουλῆς καὶ | |
| τοῦ δήμου· vv ἐφρόντισεν δὲ καὶ ἐν ἄλλοις πλείοσιν μετὰ πάσης ὁσιότητος | |
| καὶ διετήρησεν πάντας ὑγιαίνοντας καὶ σωζομένους· v ἐποιήσατο δὲ | |
| 90 | καὶ τὴν ἀπόδειξιν αὐτῶν καὶ τὸν ἀπολογισμὸν ἐν τῆι βουλῆι ὑπὲρ τῶν κατὰ |
| τὴν ἀρχὴν καὶ περὶ τῶν ἐν τῶι ἐνιαυτῶι γεγονότων πάντων τοῖς ἐφήβο[ις], | |
| ἀνθ’ ὧν καὶ οἱ ἔφηβοι βουλόμενοι τιμᾶν αὐτὸν ἀξίως τῆς γεγονείας εἰς ἑαυτοὺ[ς] | |
| εὐεργεσίας ἐστε[φ]άνωσαν αὐτὸν ἐν τῆι βουλῆι· vacat ὅπως ἂ[ν] | |
| οὖν ἡ βουλὴ καὶ ὁ δῆμος φαίνωνται τιμῶν[τ]ες τοὺς ἀξίους τῶν ἀρχόντων καὶ γ[ίνηται φα]- | |
| 95 | νερὸν ὅτι πᾶσι τοῖς καλῶς καὶ εὐσεβῶς ἀναστραφεῖσίν ἐστιν τιμηθῆναι κα[ταξί]- |
| ως τῶν πεπραγμένων· vv ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι τοὺς λαχόντας <προέ|δρους εἰς τὴν ἐπιοῦσαν ἐκκλησίαν χρηματῖσαι περὶ τούτων, | γνώμην δὲ ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι δοκεῖ τῆι βουλῆι>, [ἐπαι]- | |
| νέσαι τὸν κοσμητὴν τῶν ἐφήβων Τίμωνα Τιμ[αρ]χίδου Βουτάδην καὶ στεφανῶσ[αι] | |
| χρυσῶι στεφάνωι κατ[ὰ τὸν] νόμον ἀρετῆς ἕνεκεν καὶ δικαιοσύνης ἧς ἔχω[ν] διετέ[λε]- | |
| σεν εἰς τὸν δῆμον κ[αὶ] τοὺς ἐφήβους καὶ ἀν[ειπεῖν] τὸν [σ]τέφανον τοῦτ[ο]ν Διονυσ[ί]- | |
| 100 | ων τε τῶν ἐν ἄστει κ[αι]νο[ῖ]ς τραγῳδοῖς καὶ Π[αναθηναίων καὶ Ἐλευ]σινίων [κα]ὶ Πτολεμαί- |
| ων τοῖς γυμνικοῖς ἀ[γ]ῶσιν· vv τῆς δὲ ἀν[αγορεύσεως τ]οῦ στεφ[άνου ἐπ]ιμεληθῆ- | |
| ναι τοὺς στρατηγού[ς]· εἶναι δὲ αὐτῶ[ι καὶ ἄλλο ἀγαθὸν] εὑρέσθαι π[αρὰ τ]οῦ δήμου ὅτου | |
| ἂν δοκῇ ἄξιος εἶναι. ἀναγράψαι δὲ τόδε [τὸ ψήφισμα τὸν γρ]αμματέα τὸν [κα]τὰ πρυτανεί- | |
| αν εἰστή[λην λιθ]ίνην καὶ στῆσ[αι ἐν ἀγορᾶι]. | |
| 105 | οἱ ἐ[φηβε]ύσαντ[ες ἐπὶ Ἐχε]κράτου ἄρχον[τ]ος· |
| col. I.106 | Ἐρεχ[θεῖδος] |
| — — — — — — — — — | |
| — — — — — — — — — | |
| — — — — — — — — — | |
| 110 | — — — — — — — — — |
| [— — — Διο]νυσί[ου Λαμπτρ]εύς | |
| — — — ς Διονυσίο[υ Λαμ]πτρεύς | |
| — — ρος Μηνοδώρο[υ Π]αμβωτάδης | |
| [․․․․α]νδρος Ἐπαινέτ[ο]υ ἐκ Κηδῶν | |
| 115 | ․․․οσθένης Ποσειδωνίου Λαμπτ[ρεύς] |
| ․․όδικος Χαριδήμου Κηφισιεύς | |
| [Ἡ]ρακλείδης Ἡρακλείδου ἐκ Κηδῶν | |
| Ἀσκληπιάδης Μνησίου [Κηφ]ισιεύς | |
| Αἰγεῖδος | |
| 120 | Θεόδωρος Θεοδώρου [ἐκ] Μυρινούττ[ης] |
| Ξένων Ἑρμαγόρου Ἰ[ω]νίδης | |
| Θράσων Καλλιφάνου Ὀτρυνεύς | |
| Ἀλέξανδρος Ἀρχ[ι]δάμου Ἐρχι[εύς] | |
| ․ε̣ρ̣․․είδης Βακχίου Ἀγρυλῆθεν | |
| 125 | Δ[ημ]οκράτης Ἀρ[ι]στοδήμου Ὀτρυνεύς |
| Πανδιονίδος | |
| Δ[η]μήτριος Ἀπολλωνίου Παιανιεύς | |
| [Αἰ]ν[ε]ίας Κολώτου Στειριεύς | |
| Φιλιστίων Εἰρηναίου — — — | |
| 130 | Ἱέρων Καλλ[ί]ου Μυρρινούσιος |
| Εὐθυκράτης [Ε]ὐθυκράτους Μυρρι[ν]ούσ[ιος] | |
| vacat | |
| Λεωντίδος | |
| Διονυσόδω[ρο]ς Κτησιφῶντος [Λ]ευκονοεύς | |
| 135 | Πολύνι[κ]ος [Δι]ονυσοδώρου Ὑβάδης |
| Σωφάνης [Σ]ωφάνου Δειραδιώτης | |
| Ἀρ[ί]στων Ζήνωνος Ὑβάδης | |
| Φι[λ]όμηλος [Ε]ὐμάχου Χολλείδης | |
| Διονύσιος Διονυ[σί]ου Σκαμβωνίδης | |
| 140 | [Ἀ]μύκλας Πολυαινέτου Σκαμβωνίδης |
| Πτολεμαιΐδος | |
| Ἑρμογένης Ἑρμοδώρου Αἰγιλιεύς | |
| [Ἰ]σιγένης Ἀσκληπιά[δ]ου Ἀφιδναῖος | |
| col. II.106 | — — — — — — — — — ς |
| — — — — — — — — — ς | |
| — — — — — — — — — εύς | |
| — — — — — — — — — ς | |
| 110 | — — — — — — — — — ς |
| [— — — — — — — — — ῆ]θεν | |
| [— — — — — — Φ]λυεύς | |
| [Ἀκαμαντίδος] | |
| [— — — — — — Χολα]ργεύς | |
| 115 | [Ἀ]ρίστων Μνησίππου Εἰτ[εαῖ]ο̣ς |
| [Θ]έρσων Θέρσωνος Κεφα[λῆ]θεν | |
| [Φι]λόξενος Ἀριστόνου Σ[φή]ττιος | |
| [Θε]όδωρος Θεοδώρου Χ[ο]λαργεύς | |
| [Διον]ύσιος Ἐργοχάρου [ἐκ] Κεραμέων | |
| 120 | — — ρος Εὐθυμάχ[ο]υ ἐκ Κεραμέων |
| — — — ς Ἀρατογένου Κικυννεύς | |
| — — — ας Ἀριστοφάνου Χολαργεύς | |
| [Οἰν]εῖδος | |
| Τιμοκρ[άτη]ς Ἀστυνόμου Φυλάσιος | |
| 125 | Φίλων Φ[ί]λωνος Περιθοίδης |
| Αἰσχρί[ω]ν Νικομάχου Κοθωκίδης | |
| Ἀριστ[ών]υμος Ποτίτου Ὀῆθεν | |
| Ἀμυνόμ[α]χος Τιμομάχου Ἀχαρνεύς | |
| Δημοκλ[ῆ]ς Ἡρακλείδου Θριάσιος | |
| 130 | Θεόφιλος Ἄρχοντος Ὀῆθεν |
| Στράτων Ἀριστοδήμου Ἀχαρνεύς | |
| Κλεόμαχος Δίωνος Περιθοίδης | |
| Κεκροπίδος | |
| Μένανδρος Δ[ι]οσκουρίδου Συπαλήτ[τιος] | |
| 135 | Σωκλῆς Ζηνομένου Ξυπεταιών |
| Ἱπποθωντίδος | |
| Λέων Π̣υθώνακτ[ο]ς Ἀζην[ιεύς] | |
| Φιλώνυμος Ἀπ[ολ]λοδώρου — — — | |
| Θεόπομπος Ἀπο[λλο]δώ[ρου — — —]ε | |
| 140 | Εὐπόλεμος Ἐπινί[κου — — —]ος |
| Μένανδρος Αἴσ[χρωνος Ἀ]ζηνιε | |
| Διονύσιος Ἀνθ[— — Πει]ραιε | |
| Πόπλιος Αὔλου [— —]αιεύς | |
| col. III.106 | Εὐβουλίδης Ἀρίστωνος ἐ[κ Κο]ίλης |
| Σιλανὸς Εὐσθένου Κειριά[δη]ς | |
| Χαιρίων Φαιδρίου Ἐλαιού[σιο]ς | |
| Ἀριστόξενος Πινδάρου Πειρα[ε]ύς | |
| 110 | Ποσείδιππος Ποσειδίππου Θυ[μα]ι[τάδης] |
| Αἰαντίδος | |
| Διότιμος Ζηνίωνος Μαραθώ[νι]ος | |
| Θεόδωρος Χαρικλέους Φαλ[ηρε]ύς | |
| Σωσθένης Σω[σιγέ]νου Μαραθώ[ν]ιος | |
| 115 | Εὐθυμένης Διοφάντου Τρικορ[ύ]σι[ος] |
| Διονύσιος Ἀγαθοκλέους Φαλη[ρεύς] | |
| Δοσίθεος Πλουτάρχου Ῥαμν[ούσιος] | |
| Μένυλλος Σωσικράτου Ῥαμν[ούσιος] | |
| Μνασέας Δημέου Ῥαμνούσι[ος] | |
| 120 | Νουμήνιος Ἀφροδισίου Μαρα[θώνιος] |
| Ζήνων Ἀρίστωνος Μαραθ[ώνιος] | |
| Βάκχιος Ἀπολλωνίου Μαρ[αθώ]νι | |
| Φιλιστίδης Φιλιστίδου Ῥ[αμ]νούσ | |
| Ἀγανόφρων Ἀγαθοκλέο[υς Φ]αλη | |
| 125 | Ἀντισθένης Διογένου Μ[αρ]αθώνι |
| Δικαιΐδης Δικαιΐδου [Ῥα]μνούσι | |
| Νικόμαχος Δοκίμο[υ] Μαραθώνι | |
| Ἀντίπατρος Διονυ[σί]ου Τρικορύσι | |
| Νικόστρατος Ἀρι[στί]ωνος Φαλη | |
| 130 | Ἀντιοχί[δ]ος |
| Ἀνδρόνικος ․․․․γόνου Ἀναφλύστι | |
| Μνησικλῆ[ς Ἀρ]ίστωνος Ἀμφιτρο | |
| Γοργίας Δ[ιο]νυσίου Παλληνεύς | |
| — — τος Διονυσίου Παλλη | |
| 135 | — — — ς Λεπτίνου Σημαχίδη |
| [— — μ]ήδης Εὐδήμου Εἰτεαῖος | |
| Ἀτταλίδος | |
| Ἀριστεὺς Σωσικλέους Σουνιεύς | |
| Μηνόδωρος Διοκλέους Τυρμεί | |
| 140 | Δάμων Ἀπολλοδώρου Ἀθμονεύς |
| Ἀθηνίων Ἀθηνίωνος Τυρμείδης | |
| Σώπατρος Σωπάτρου Κορυδαλ | |
| Δημοφῶν Δημητρίου Τρινεμε | |
| col. Ia.144 | ἡ βουλὴ καὶ ὁ δῆμος |
| in corona: | |
| 145 | τοὺ[ς] |
| ἐφ[ή]- | |
| βου[ς] | |
| col. Ic.144 | ἡ βουλὴ |
| in corona: | |
| 145 | τὸν γραμ- |
| ματέα | |
| Ἐπίστρα- | |
| τον Περι- | |
| θοίδην | |
| col. Ia.148 | ἡ βου[λὴ] |
| in corona: | |
| 149 | [τὸν παι]δοτ[ρ]- |
| 150 | ίβην [Τι]- |
| μοκρά[την] | |
| Ἁλιμ[ού]- | |
| σιο[ν] | |
| col. Ic.150 | [ἡ βουλὴ τὸν ὁπλομάχον] |
| in corona: | |
| 151 | Ἡρόδ[ο]- |
| τον Εἰ- | |
| τεαῖον | |
| col. Ia.154 | ἡ βουλὴ τὸν τοξό- |
| 155 | την |
| in corona: | |
| 156 | Ζώπυ- |
| ρον Αἰ- | |
| ξωνέ- | |
| α | |
| col. Ib.154 | ἡ βο[υλὴ τὸν] |
| 155 | [ἀφέτην] |
| in corona: | |
| 156 | Καλλί- |
| αν Αἰ[γι]- | |
| λιέ- | |
| α | |
| col. Ic.154 | [ἡ βουλ]ὴ τὸν |
| 155 | [ἀκοντισ]τὴν |
| in corona: | |
| 156 | [Δημόστρα]- |
| [τον Συ]πα- | |
| λήττι[ον]· | |
| ἡ βουλὴ τὸν | |
| 160 | [ὑπηρέτην] |
| in corona: | |
| 161 | Διόδω- |
| ρον Ἀ- | |
| ζηνιέα | |
| col. II.144 | ξένοι |
| 145 | Σίμα[λο]ς Σιμάλου Ταραντῖ |
| Ἰσί[δ]οτος Σωσιγένου Τερμεσ | |
| Ἐπιγένης Ἱππονίκου Ἰουλιή | |
| Ζήνων Μόσχου Ἀσκαλωνί | |
| Βόηθος Γλαυκίου Ἀντιοχεύς | |
| 150 | Μενέλαος Δημητρίου Μιλήσι |
| Ἀντίπατρος Ἡρακλεώτης | |
| Ἡράκλειτος Θεζότου Ταναγρ | |
| Σωσικράτης Μιλήσιος | |
| Ἀρ[τέ]μων Δημητρίου Μιλήσι | |
| 155 | Ἀμύντας Ἀ[μύ]ντου Ἀντιοχ |
| Μάαρκος Λ[— — — Ῥωμ]αῖ | |
| Ἀπολλώνιο[ς — — — Ἀν]τιο | |
| Ζωΐλος Λε — — — — — ος | |
| [Λ]εύκιος Λ — — — — — | |
| 160 | Νικόδη[μος — — — — — —] |
| col. III.144 | Μενεκράτης Μενεκράτου Σολε |
| 145 | Ἀμμώνιος Ζωπύρου Μιλή |
| Θεόφραστος Μιλήσι | |
| Ἀμμώνιος Διοδώρου Κ․․․εύς | |
| Θεόδωρος Πολυξένο[υ Ἀ]ντιο[χ] | |
| Λεωσθένης Ὀλύμπ[ου] Μαρων | |
| 150 | Σῶσος Δημητρ[ίου Κ]υρηναῖο[ς] |
| Θεόφιλος Ἡρακ[λεί]δου Μιλήσ | |
| Διονύσιος Δ[ι]ον[υ]σίου Μαρων | |
| Νικάνωρ Ἰάσονος Λαοδικεύς | |
| Ἀφροδίσιος Εὐπόρου Σινωπεύς | |
| 155 | Θεόφραστ[ο]ς Δίου Μιλήσιος |
| Δέκομ[ος Δ]εκ[ό]μου Ῥωμαῖος | |
| Διονύ[σιος Δι]φίλου Νεαπολί | |
| Θε[— — — — — — — πο]λ̣ί̣τ̣ης | |
| — — — — — — ς Τενέδιος | |
| 160 | — — — ς Ἰσιδώρου Κλαζομ |
| — — — ος Ἀττά[λ]ου Λαοδικε | |
| — — — ς [Ἀ]ττάλου Ἀράδιο[ς] | |
| — — — — — — α Τριπολίτη[ς] | |
| [— — — — — — Τ]ριπολίτης |
IG II²
1028