Award of proxeny and citizenship to Opountian judges. Marble ashlar block, inscribed along the long side.
[ ]
Malis — Lamia — mid-3rd c. BC — NAC 32 (2003) 143-155
| 1 | ἀγαθᾶι τύχαι· Λαμιεῖς ἔδωκαν τοῖς δικασταῖς τοῖς Ὀπουντίοις [— c.4-5 —]νι Ξενοφάντου, |
| Εὐμήλωι Ἀριμήλου, Πασίνωι Παιδύλου Ὀπουντίοις, προξενίαν, πολιτείαν, ἰσοτέλειαν, ἐπινο- | |
| μίαν, ἔνκτησιν γᾶς καὶ οἰκίας, ἀσυλίαν, ἀσφάλειαν καὶ εἰράνας καὶ πολέμου καὶ κατὰ γᾶν | |
| καὶ κατὰ θάλασσαν καὶ αὐτοῖς καὶ ἐκγόνοις καὶ χρήμασι τὸν ἅπαντα χρόνον | |
| 5 | καὶ ὅσα τοῖς ἄλλοις δίδοται προξένοις πάντα· ἀρχόντων Κλεοδώρου, Σώφρονος, |
| Διωξία, γραμματεύοντος Βουλάρχου, στραταγέοντος Θηρομάχου, ἱππαρχέοντος | |
| Σωτίμου· ἔγγυος τᾶς προξενίας Σώτιμος Ὀλύμπιος. |