Honorific decree for judges from Karystos. Lower part of a stele of white marble.
[ ]
Thessalia (Pelasgiotis) — Krannon — ca. 150-100 BC — BCH 59 (1935) 71, 4 — cf. Egnatia 7 (2003) 22-23 (prov.)
[— — — — — ἐπαινέσαι δὲ καὶ στεφανῶ]- | |
[σαι τὸν δῆμον τὸν Καρυστίων ἀρετᾶς] | |
[ἕνεκα καὶ εὐνοίας τῆς πρὸς τοὺς Κραννωνίους] | |
1 | [διὰ τὸ ἄνδρας καλοὺς κἀγαθοὺς] ἐξαπο- |
[στεῖλαι — — — c.15-17 — — —]ΟΛ̣ΗΝ· ἐπαινέ- | |
[σαι δὲ καὶ τοὺς δικασ]τὰς τοὺς ἐξαπεσσ- | |
[ταλμένους — — — — —]ον Ἀριστοφίλου, Χαιρέ- | |
5 | [— — — — —]οκρίτου, Ἀμφικλῆν 〚—〛 Ἀμφ[ι]- |
[— — καὶ τὸ]ν γραματῆ {²⁶γραμματῆ}²⁶ αὐτῶν Ἀριστόφιλο[ν] | |
[— — —]ονος ἐπὶ τῆι ἀναστροφῇ ᾗ πεποίην- | |
[ται ἐ]ν τῇ παρεπιδημίαι καὶ ἐπὶ τῶι διαδικά- | |
σαι δικαίως καὶ δεδόσθαι αὐτοῖς καὶ ἐγκό- | |
10 | νοις {²⁶ἐκγόνοις}²⁶ προξενίαν, πολιτείαν, ἐπινομίαν, ἀσ- |
φάλειαν πολέμου καὶ εἰρήνης καὶ τἆλλα τί- | |
μια πάντα ὅσα καὶ τοῖς λοιποῖς προξένοις· | |
καὶ τὸν ταμίαν τῆς πόλεως Φιλόλαον Πειθο- | |
λάου προνοηθῆναι ὅπως ἀναγραφῇ τόδε τὸ ψή- | |
15 | φισμα εἰς κίονα λιθίνην καὶ [ἀν]α̣θεῖναι ἐν τῷ |
ἱερῶι τοῦ Ἀσκλ[η]πιοῦ· προνοηθῆναι δὲ καὶ το[ὺ]ς | |
ταγοὺς τοὺς περὶ Ἡγησάρετον, ὅπως διαπ[ο]- | |
σταλῇ τόδε τὸ ψήφισμα εἰς Κάρυστον πρὸς τ[ήν] | |
τε βουλὴν καὶ τὸν δῆμον καὶ παρακαλέσαι | |
20 | τὸν δῆμον ὅπως ἀναγραφῇ εἰστήλην λιθίνην |
καὶ σταθῇ ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ Πυθίου. |