[ ]
Arkadia — Mantinea
1 | [–⏕– μ’ ἐ]τέκνωσε, Φίλα δέ με γεί- |
[νατο μήτ]ηρ, Πρεῖμος δ’ οὔνομά μοι, | |
[Μαντινέη] δὲ π̣άτρη ❦ εἰκοστὸν λυγά- | |
[βαντα καὶ] ὄγδοον {ον} οὐκέτι πλήσας | |
5 | [ἥρπασ]<μαι>, γαμετῇ παῖδα λιπὼν Ἰόλην. |
[οὔτε λ]αθεῖν εἴα με τ̣αχὺς δρόμος, οὐδὲ | |
[λιπέσθα]ι κ<ῶ>μος ❦ ἐν <εἰ>λαπίναις δ’ ἐσθλὸς | |
[ἐὼν] ἕπομαι. ταῦτα μαθ<ώ>ν, ξένε, πεῖνε, τρι- | |
[—, κ]<ώ>μαζε, μυρίζου· ❦ κοινὰ γάρ ἐστι | |
10 | [βροτ]ο̣ῖς ταῦτα τὰ συνθέματα ❦ |
Πρεῖμε | |
χαῖρε. ❦ |