[ ]
Cyrenaica — Arsinoe (Tokra) — end 2nd-1st half 1st c. BC — ArchCl 25/26 (1973/74) 623-630 — RFIC 104 (1976) 385-398 — BE (1978) 561
1 | [․․?․․] |
[․․?․․] | |
[․․․? Δη]μ̣ητρι- | |
[․c.5․]Ρ̣Ο̣[․․?․․]#⁷ γερο#⁷- | |
5 | [․c.5․]Μ̣Ο̣[․․?․․]ΑΙΑΔΕ |
[ἐπειδὴ] Ἀλε̣ξ̣[ίμαχος Σωσιστ]ρ̣άτω τῶν [ἁ]- | |
[με]τέρων πολιτᾶ[ν ἀε]ὶ διατελεῖ τὰν̣ | |
[μ]εγίσταν πρόνοιαν ποιείμενος ὑπὲρ | |
[τ]ᾶς πόλιος ἁμῶν, πολλῶν δὲ καὶ μεγά- | |
10 | λ̣ω̣ν ἀγαθ̣ῶν αἴτιος καθέστακε καὶ κοι- |
[ν]ᾶ̣ι̣ καὶ καθ’ ἰδίαν ἑκάστωι, ἐπιεικῆ μὲν | |
[καὶ] φιλάνθρωπον τὰν ποτὶ τὸς ὄχλος | |
[κ]α̣ὶ̣ πόλιας ποιείμενος συναναστρο- | |
[φ]ή̣ν, ἐμφαίνει δὲ ποιῶν τὰν τῶ ἰδίω γ[έ]- | |
15 | [νο]υ̣ς ἐξ ἀρχᾶς κἀλοκα̣γαθίαν, ἐν παν- |
τ̣[ὶ κ]αιρῶι ἄξια πράσσων τ̣ᾶς̣ τῶν προγόνων | |
α[ἱρ]έσεω̣ς, καὶ λόγωι καὶ ἔργωι τὰν καλλίσταν | |
π[ρ]ό̣νοιαν ποιείμενος· συνεπιδιδοὺς ἑ- | |
αυτὸν ἐς τὰ συμφέροντα τᾶι πόλει, οὔ- | |
20 | [․․]ς ἁμῶν ἀρχὰν ποιησάμενος ἐπέ- |
δωκε χρήματα κατὰ τὰν τῶ πολέ- | |
μω περίστασιν ἐς τὰν παραφυλα- | |
κὰν τᾶς πόλιος, οὐθενὸς τῶν πολ[ι]- | |
τᾶν δεύτερος γινόμενος κατ̣[ὰ] | |
25 | τὰν τᾶς πατρίδος ἐπανόρθω̣σ̣[ι]ν, |
καθὼς αἱ ἐν τοῖς ἐπιφανεστάτοις | |
τόποις τιμαὶ αὐτῶ προδιασάφει- | |
σ̣ιν̣ α̣ἰ̣τέ[ντων] τῶν στραταγῶν· κ̣αὶ̣ φ̣ι̣- | |
[λοδ]αμίας οὐθὲν ἐνλείπων ὅσον | |
30 | [ἐπ’ α]ὐ̣τῶι δυνατόν ἐστι, συνε̣γ̣β̣ο̣- |
[ηθ]ῶν τᾶι τε ἰδίαι πατρίδι καὶ τοῖς | |
[πολ]ίταις ἀποδείκνυται τὰν ἐς | |
[πά]ντας εὔ̣νοι̣αν· καὶ ἐν τῶι πο- | |
[τὶ Λι]β̣ύ̣ας κ̣α̣ιρῶι τῶ σίτω σπανί- | |
35 | [ζο]ντος κ̣αὶ τᾶς πόλιος προθυ- |
[μ]ειμένας ἀποστῆλαι σιτώνας | |
ἰ̣ς̣ Λ̣έπτι̣ν̣, θεωρῶν καὶ ἐν τούτοις | |
τὰν τῶν ἰδίων συνπολιτᾶν θλῖψιν̣ | |
διὰ τὰν τῶ κ̣α̣ι̣ρῶ περίστασιν, οὐ- | |
40 | θὲν ἧσσον συναντιλαμβάνεσθαι |
τῶν πραγμάτων ζ̣ηλόμενος, φιλό- | |
πατρις ὑ̣π̣ε̣ρ̣φυῶς καὶ φιλάγαθος ἀ- | |
[ξίως (?)] δόξας τε καὶ ἀρετᾶς, διάφορον | |
μὲν ὃν ὁ[λί]γ̣ο̣ν̣ ὁρῶν, ἀκόλουθα δὲ | |
45 | πράσσων ταῖς ἐν τοῖς νόμοις ἀρε- |
ταῖς καταγεγρ̣α̣μ̣μ̣έναις, θεωρῶν | |
τὰν τῶ σίτω τιμὰν ἀνατεινομέναν, | |
ἐ̣χ̣οράγησ̣ε̣ [τ]ὸν ἴ[δι]ον ὥστε πραθῆμεν | |
κατὰ μέτ̣[ρ]ο[ν] ἀξίας δ(ραχμῶν) ∙ λʹ ∙ προθυμεί- | |
50 | μενος δὲ [αὐτ]ό̣θ̣ε̣ν̣ [κα]τ̣άξαι τὸν σῖ- |
τον ὑπέ[σ]τ̣η̣ μ̣ε̣γ̣α̣λ̣ο̣μερῶς τὰν τῶν ἰ- | |
δίων χρημάτων αὔξησιν πρὸ πολ- | |
λῶ λειτουργε̣ῖ̣ν τ̣ᾶ̣ι τῶν ὄχλων σω- | |
τηρίαι̣· [δίκ]α[ιον δέ] ἐ̣σ̣τ̣ι̣ καὶ καλῶς ἔ- | |
55 | χον τὸς ἀγα[θ]ὸς τῶν ἀνδρῶν προ- |
τιμ[ᾶς καταξί]ω̣ καὶ ἀποδοχᾶς μέ- | |
ζονος τυγχάνειν ὅπως καὶ οἱ λοιποὶ, | |
[θ]εώρεντες τὰν τᾶς πόλιος ἀνυπό[σ]- | |
τολον εὐχαριστίαν ὑπαρχοίσαν ἑαυ- | |
60 | τὸς ἐπιδίδοντες ἐς τὰ συνφέροντα |
τᾶι πόλει, τ̣υ̣γ̣χ̣ά̣ν̣ω̣ντι τῶν αὐτῶν | |
φιλανθρώπων· v δέδοχθαι τοῖς γέ- | |
ροισι κα̣ὶ̣ τ̣ᾶ̣ι̣ [β]ω[λ]ᾶι ἐπαινέσαι Ἀλε- | |
ξίμαχον Σωσιστράτω κάριν τῶν | |
65 | γεγονότων εὐεργετημάτων τῶν ὑ- |
π’ αὐτῶ, πρ̣ό̣ς̣ τε ταῖς ὑπαρχοίσαις τι- | |
μαῖς ἀνθέμεν αὐτῷ τὰν πόλιν ἀνδρι- | |
άντα χαλκ̣ή̣ι̣ο̣ν ἐν τᾶι τῶν θεῶν ἀγορᾶι | |
ἐς ὃν κα αὐτὸς ποταίρηται τόπ̣ον, ἔχον̣- | |
70 | τα ἐπιγραφ̣ὰ̣ν̣ τάνδε· v Ἀλεξίμαχον̣ |
Σωσιστράτω̣ Ἀ̣ρ̣σ̣ινοῆ ἀρετᾶς ἕνε̣κ̣[ε] | |
κ̣αὶ εὐνοίας ἃς ἔχων διατελεῖ ε̣ἰς v | |
τὰν πόλιν Ἀρσινοές· v οἱ δὲ ἔφοροι | |
τόν τε ἀνδριάντα ἀναθέντων | |
75 | καὶ στάλαν λ̣υ̣γ̣δ̣ί̣ν̣αν παρ’ αὐ̣τ̣ῶ̣[ι] |
ἔχοισαν ἀντίγραφον τῶδε [τῶ ψα]- | |
[φίσμα]τος̣. [τ]ὸ̣ δὲ γενηθὲν ἀν[άλω]- | |
[μ]α ἐ̣ς̣ [τ]ὰν σ̣τ[άλ]αν δόντων ἐ̣[κ] | |
δ̣α̣μ̣[οσί]ω̣ν ταμίαι [{²vac.?}²] | |
80 | {²vac.}² λευκαί v ρθʹ {²vac.}² |