[ ] Cyrenaica — Cyrene — 251-252 AD — REG 95 (1982) 37-53
1 {²vac.}² Μαρ. ∙ Πετρωνίου Μελιο-
ρ̣ο̣ς̣ καὶ Αἰλίας Ἀννίας Ἰσιδώρας
θυγάτηρ Πρόκλα ἐναρέτως
ἐν πᾶσι καὶ σωφρόνως βιώ-
5 σασα ἐτελεύτα ἐτῶν με
ἔτους ∙ σπβ ∙ τοῦ καὶ πρώτου
〚— — — — —〛
Χυάχι {²vac.}² ∙ κ
εἴδει καὶ {π} {²vac.}² πραπίδεσσιν εὐ-
10 φροσύνῃ τε ἀγακλείτην,
εὐγενίῃ πινυτῇ {²vac.}² τε, κλυτοῖ[ς]
τ’ ἔργοισι γυναικῶν
ἱστοῖσιν τ̣αλάροις τε, σό-
[φ]ων τε διδάγμασι Μουσῶν,
15 νουνεχίῃ τε βίοιο σαοφρο-
σύνῃ τε νόοιο,
μοῦνον ἕνα ἐν μεγάροισι̣
πάϊν γενέταισι λιποῦσαν,
αἰνοπαθῆ με θυγάτρα
20 δυσάμμορον ἐνθάδε
            Πρόκλαν
[ν]ηπαθέες τοκέες τῷ-
    δ’ ἐνέθεντο τάφῳ.
Search Help
Contact Us