[ ] Cyrenaica — Cyrene — 1st/2nd c. AD — QAL 4 (1961) 38, 17
1 εἰμὶ μὲν Ἡφαιστοῦτος θυ-
γάτηρ Ἀκρισίου δὲ πατρός,
λέγομαι δὲ Παρησία· νήπι-
ον εἰς Ἀΐδαο πύλας κατε-
5 λήλυθα, οὐδὲ τέταρτον
ἔτος πλῆρες εἶδον γλυ-
κερὸν φάος ἠελίοιο·
οὐ καλύβοις ἐπ’ ἐμοῖς
ἱλαρὸν· κρότον εὔρυθμον
10 εἶδον, οὐ λιγὺς αὐλὸς ἐ-
μαῖς ἐν παστάσι θροῦν ἐδό-
νησεν, οὐκ {²⁶οὐχ}²⁶ ὑμέναιος κω-
μάζων ἔκρεκεν Μουσῶν
μέλος ἡδύ· ἀλλά με τὴν ἀ-
15 δαῆ παῖδα σειγῆς τόπος
ἔσχεν, γράμμασιν ἐν στή-
λῃ λαλέουσαν ἐμὸν γέ-
νος, οὐκέτι φωνῇ.
Search Help