[ ]
Att. — non-stoich. — fin. s. II a.
| [— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἀ]- | |
| 1 | [ν]εστράφ[η δὲ καὶ ἐ]ν τοῖς [ἄλλοις π]ᾶσι κα[λῶς καὶ] εὐσεβῶς |
| καὶ ἀξίως [τῆς ἐγ]κεχειρισμ[ένη]ς πίστεως ἑαυτῷ ὑπὸ τοῦ | |
| δήμου καὶ τἆλλα πάντα ἔπραξεν δωρεὰν προσκαρτε- | |
| ρήσας ἔτη πλείονα· vvv καὶ ἐν ταῖς δὲ λοιπαῖς λει- | |
| 5 | τουργίαις ἁπάσαις ταῖς τε πρὸς τὴν ἐπικόσ- |
| μησιν τῶν γυμνασίων τε καὶ ἱερῶν ἐπιδίδωσιν | |
| ἑαυτὸν ἀπροφασίστως σπουδῆς καὶ φιλοτιμί- | |
| ας οὐθὲν ἐλλείπων. | |
| τύχει τεῖ ἀγαθεῖ δεδόχθαι τῆι βουλῆι vvv τοὺς | |
| 10 | λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλη- |
| σίαν χρηματίσαι περὶ τούτων, vv γνώμην δὲ | |
| ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι | |
| δοκεῖ τῆι βουλῆι vvv ἐπαινέσαι Σώσανδρον Φι- | |
| λίστου Συπαλήττιον vv καὶ στεφανῶσαι χρυσῶι | |
| 15 | στεφάνωι εὐσεβείας ἕνεκεν καὶ φιλοτεχνίας |
| τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
| τὸν Ἀθηναίων. vvv ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
| καὶ τὸν στέφανον εἰς στήλην λιθίνην τοὺς κεχει- | |
| ροτονημένους ἄνδρας ἐπὶ τὴν κατασκευὴν | |
| 20 | τοῦ ναοῦ τῆς Ἀθηνᾶς vv καὶ στῆσαι ἐν ἀκροπό- |
| λει· vvv τὸ δὲ ἐσόμενον ἀνάλωμα εἴς τε τὴν στή- | |
| λην καὶ τὴν ἀναγραφὴν ἀνενεγκεῖν ἐν τοῖς λό- | |
| γοις· vvv εἶναι δὲ αὐτῶι καὶ εἰς τὸν λοιπὸν χρό- | |
| νον ἀποδεικνυμένωι τὴν πρὸς πάντας Ἀθηναί- | |
| 25 | ους εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τῆς |
| βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν δοκῇ ἄξιος εἶναι. | |
| 26a | in corona oleaginea: |
| 27 | Σώσανδρον |
| Φιλίστου | |
| Συπαλήτ- | |
| 30 | τιον |