IG II² 1023
[ ] Att. — non-stoich. — fin. s. II a.
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἀ]-
1 [ν]εστράφ[η δὲ καὶ ἐ]ν τοῖς [ἄλλοις π]ᾶσι κα[λῶς καὶ] εὐσεβῶς
καὶ ἀξίως [τῆς ἐγ]κεχειρισμ[ένη]ς πίστεως ἑαυτῷ ὑπὸ τοῦ
δήμου καὶ τἆλλα πάντα ἔπραξεν δωρεὰν προσκαρτε-
ρήσας ἔτη πλείονα· vvv καὶ ἐν ταῖς δὲ λοιπαῖς λει-
5 τουργίαις ἁπάσαις ταῖς τε πρὸς τὴν ἐπικόσ-
μησιν τῶν γυμνασίων τε καὶ ἱερῶν ἐπιδίδωσιν
ἑαυτὸν ἀπροφασίστως σπουδῆς καὶ φιλοτιμί-
ας οὐθὲν ἐλλείπων.
τύχει τεῖ ἀγαθεῖ δεδόχθαι τῆι βουλῆι vvv τοὺς
10 λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλη-
σίαν χρηματίσαι περὶ τούτων, vv γνώμην δὲ
ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι
δοκεῖ τῆι βουλῆι vvv ἐπαινέσαι Σώσανδρον Φι-
λίστου Συπαλήττιον vv καὶ στεφανῶσαι χρυσῶι
15 στεφάνωι εὐσεβείας ἕνεκεν καὶ φιλοτεχνίας
τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
τὸν Ἀθηναίων. vvv ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα
καὶ τὸν στέφανον εἰς στήλην λιθίνην τοὺς κεχει-
ροτονημένους ἄνδρας ἐπὶ τὴν κατασκευὴν
20 τοῦ ναοῦ τῆς Ἀθηνᾶς vv καὶ στῆσαι ἐν ἀκροπό-
λει· vvv τὸ δὲ ἐσόμενον ἀνάλωμα εἴς τε τὴν στή-
λην καὶ τὴν ἀναγραφὴν ἀνενεγκεῖν ἐν τοῖς λό-
γοις· vvv εἶναι δὲ αὐτῶι καὶ εἰς τὸν λοιπὸν χρό-
νον ἀποδεικνυμένωι τὴν πρὸς πάντας Ἀθηναί-
25 ους εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τῆς
βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν δοκῇ ἄξιος εἶναι.
26a              in corona oleaginea:
27                   Σώσανδρον
                  Φιλίστου
                  Συπαλήτ-
30                    τιον
Search Help
Contact Us