[ ]
Att. — non-stoich. — fin. s. II a.
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — — — ἀ]- | |
1 | [ν]εστράφ[η δὲ καὶ ἐ]ν τοῖς [ἄλλοις π]ᾶσι κα[λῶς καὶ] εὐσεβῶς |
καὶ ἀξίως [τῆς ἐγ]κεχειρισμ[ένη]ς πίστεως ἑαυτῷ ὑπὸ τοῦ | |
δήμου καὶ τἆλλα πάντα ἔπραξεν δωρεὰν προσκαρτε- | |
ρήσας ἔτη πλείονα· vvv καὶ ἐν ταῖς δὲ λοιπαῖς λει- | |
5 | τουργίαις ἁπάσαις ταῖς τε πρὸς τὴν ἐπικόσ- |
μησιν τῶν γυμνασίων τε καὶ ἱερῶν ἐπιδίδωσιν | |
ἑαυτὸν ἀπροφασίστως σπουδῆς καὶ φιλοτιμί- | |
ας οὐθὲν ἐλλείπων. | |
τύχει τεῖ ἀγαθεῖ δεδόχθαι τῆι βουλῆι vvv τοὺς | |
10 | λαχόντας προέδρους εἰς τὴν ἐπιοῦσαν ἐκκλη- |
σίαν χρηματίσαι περὶ τούτων, vv γνώμην δὲ | |
ξυμβάλλεσθαι τῆς βουλῆς εἰς τὸν δῆμον ὅτι | |
δοκεῖ τῆι βουλῆι vvv ἐπαινέσαι Σώσανδρον Φι- | |
λίστου Συπαλήττιον vv καὶ στεφανῶσαι χρυσῶι | |
15 | στεφάνωι εὐσεβείας ἕνεκεν καὶ φιλοτεχνίας |
τῆς περὶ τὸ ἱερὸν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
τὸν Ἀθηναίων. vvv ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα | |
καὶ τὸν στέφανον εἰς στήλην λιθίνην τοὺς κεχει- | |
ροτονημένους ἄνδρας ἐπὶ τὴν κατασκευὴν | |
20 | τοῦ ναοῦ τῆς Ἀθηνᾶς vv καὶ στῆσαι ἐν ἀκροπό- |
λει· vvv τὸ δὲ ἐσόμενον ἀνάλωμα εἴς τε τὴν στή- | |
λην καὶ τὴν ἀναγραφὴν ἀνενεγκεῖν ἐν τοῖς λό- | |
γοις· vvv εἶναι δὲ αὐτῶι καὶ εἰς τὸν λοιπὸν χρό- | |
νον ἀποδεικνυμένωι τὴν πρὸς πάντας Ἀθηναί- | |
25 | ους εὔνοιαν εὑρέσθαι καὶ ἄλλο ἀγαθὸν παρὰ τῆς |
βουλῆς καὶ τοῦ δήμου ὅτου ἂν δοκῇ ἄξιος εἶναι. | |
26a | in corona oleaginea: |
27 | Σώσανδρον |
Φιλίστου | |
Συπαλήτ- | |
30 | τιον |