[ ] Cyrenaica — Ptolemais (Tolmeita) — 501 AD — CIG 5187
1 [αὐτοκ]ράτωρ Καῖσαρ Φλ(άβιος) Ἀναστάσιος, νι<κ>ητ̣ή̣[ς, εὐ]σ̣εβ̣ή[ς, εὐτυχής],
τρ[οπ]αιοῦχος, ἀεισέβαστος Ἀγοῦστος
δέδωκε τοὺς κ[αινοὺς]
θεί<ο>υς τύπους ἐπὶ τοῦ περιβλ(έπτου) κόμιτ(ος) καὶ δ[ο]υκὸς Δανιῆλ[ο]ς·
4a ⸏ (1) ὥστ[ε] τοὺς νῦν καὶ κατὰ καιρὸν δο<υ>κικ<ο>ὺς καὶ τοὺς ταύτην ἀ̣[πο]-
5 πλ[ηρ]ώσα[ντ]ας]ἢ πληροῦντας τὴν στρατίαν μήτε στρατιωτικὰ κομί[ζε]σθαι
σιτη̣ρέσια μή̣τε εἰς μάτ<ρ>ικας στρατιωτι[κ]ὰς ἀ<ν>αφέρεσθαι.
6a ⸏ (2) ὥστε εἶνα[ι] τοὺ{υ}ς {²⁶τοὺς}²⁶
7 δουκικοὺς αἰεὶ τεσσεράκοντα μόνους, καὶ μόνας τὰς τεσ̣σεράκοντα ἀνώνας
καὶ τὰ τεσσεράκοντα κάπιτα τ̣ὰ̣ ἐ̣κ̣τατ̣τ̣όμενα αὐτοῖς παρὰ {α} τῶν ἐνδοξ̣οτάτων
ἐπάρχων ἐν ταῖς καθ’ ἕτος δηλ̣η̣γατίοσ̣ιν κομίζεσθαι καὶ̣ μ̣εταξὺ ἑαυτῶν, ὡς ἂν
10 βούλοιντο, διανῖμαι, ὀφίλοντας πά̣ντας καὶ προσκαρτε̣ρ̣εῖν τα̣ῖς δικαστ[ι]καῖς καὶ δη-
μοσίαις ὑπηρεσίαις καὶ̣ τρέφεσθαι ἐκ [τ]ῶν οἰκίων σιτηρεσίων· [ο]ὐδὲ γὰρ ἡ̣γ̣ούμεθα
πλιόνων δεῖσθαι τὸ π̣ρ̣ᾶγμα, τούτων παραμενώντων τῇ ἰ[δ]ίᾳ στρατύᾳ.
⸏(3) ὥστε κρατεῖν τὰς μάτρικας τὰς παρὰ Δανιῆλ(ος) [το]ῦ περιβλέ[πτ]ου κόμιτος
καὶ δουκὸς σ̣υ̣ν̣ταγείσας.
14a ⸏(4) ὥσται μὴ ἐξεῖν[αι τῷ] ν[ῦν] ἢ κατὰ καιρὸν δου-
15 κὶ <κ>ομίζεσθαί τι παρὰ τῶν στρατιωτῶν ὑπὲρ τῆς κα̣λ̣ουμένης μὲν εὐμε-
νίας οὔσης δὲ ἐξ ἔθους οὐκ ἀγαθοῦ κακῆς σινηθ[ί]ας.
16a ⸏(5) ὥστ[ε] μὴ ἐ[ξ]εῖναι τοῖς
17 νῦν ἢ κατὰ καιρὸν νουμεραρίοις ἢ πριμισκρινίοις <κ>ομίζεσθαί τι [π]αρὰ τῶν στρατιω-
τῶν τῶν πέντε ἀριθμῶν, λόγῳ χ̣αρτατικῶ[ν].
18a ⸏(6) ὥστε τὴν δωδεκάτην μοῖραν μὴ ἐκ
19 τῶν προτέρων διδομένων ἐκ [τοῦ] δημοσί<ο>υ πᾶσαν παρακατέχ̣ε{ι}<σ>θαι {²⁶παρακατέχ̣ε<σ>θαι}²⁶, ἀλλ’ αὐτῶν
20 τῶν κατὰ μέρος διδομένων· τ̣ὴν μὲν δοδεκάτην κατ̣ὰ ἀναλογίαν ἔχειν ἕκαστον
τῶν προσώπων, οἷ[ς] ἡ τοιαύτη ἀφώριστα{α}ι {²⁶ἀφώρισται}²⁶ παραμυθία, τὰ δὲ λοιπὰ μέρη
τοὺς γενναιοτάτους κομίζεσθαι στρατιώτα{ι}ς {²⁶στρατιώτας}²⁶· ὁμοίως ἑκάστους
τούτων κατὰ ἀναλογίαν τῶν ἐκ τοῦ δ̣η̣μοσίου δοθέ{ε}ντων {²⁶δοθέντων}²⁶ καὶ
κομιζομένους κ(αὶ) μὴ τοὺς μὲν ἀποπληροῦσθαι τὴν αὐτῶν παρ<α>μυθίαν, τοὺς δὲ στρα-
25 τιώτας χρεωστῖσθαι.
25a ⸏(7) ὥστε ἰνσπεσίμου συνοδ̣ι̣ακο̣ῦ μὴ καταζητῖσθαι ὡς ἀσθενεῖς
26 {ι} ἢ ἀ[χ]ρείους τοὺς πρώτους ἑκάστου ἀριθμοῦ καὶ κάστρου, τουτέστιν, εἰ μὲν
[ἑ]κατὸν εἶεν ἄνδρες, τοὺς πρώτους πένται, εἰ δὲ διακόσιο[ι τ]οὺ<ς>
{εἰ δ[ὲ δ]ιακόσιοι, τ[οὺς} πρώτου]ς δέκα· τὴν δὲ αὐτὴ[ν ἀ]ναλ[ο]γείαν καὶ ἐ[πὶ τ]οῖ[ς]
πλίοσιν καὶ ἐπὶ τοῖς ἐλάττοσιν ἀνδράσιν φυλάττεσθαι.
29a ⸏(8) [ὥ]στε ἐ[κ π]άν-
30 των τῶν ἀριθμῶν κα[ὶ] οὐκ ἀφ’ ἑκάστου [τ]ούτων ἀποκεκληρῶσθαι τῷ περιβλ(έπτῳ)
δουκὶ ἤτοι τοῖς περὶ τῶν τοιούτων ἀποστέλλ[ι]ν αὐτοὺς ὀφίλουσιν εἰς γραμμάτω̣[ν ἐπ]ικομι-
δὴν καὶ ἄλλας ἀποκρίσεις στρατιώτας δέκα καὶ πέντε, ὀστιαρίους πέντε, καὶ εἰς παρα-
φυλακὴν τοῦ δημοσίου δεσμωτη<ρ>ίου στ[ρ]ατιώτας ἑ<π>τά· παρέχεσθαι δὲ τούτου[ς] ἐκ τῶν
λόγῳ ὑπηρεσίας ἐν ἑ[κά]στῳ ἀ<ρ>ιθ<μ>ῷ ἐαθέντ[ω]ν καὶ οὐκ ἀναγκαίων ἐν καιρῷ πολέ-
35 μου καθεστώτων, ἐκ τῆς σχολῆς δηλονότι τῶν κιρκιτόρων καὶ τῶν μετ’ αὐτοὺς
στρατιωτῶν· τοὺς δὲ λοιποὺς πάντα[ς π]ροσκαρτερῖν τοῖς φοσσάτοις.
⸏(9) ὥστε τὸν ἐπικείμενόν τις αἰτιαθείη πα[ρ]’ αὐτῷ μέχρει νομισμάτων ἑκατὸν
λαμ̣βάνιν ἥμισ[υ] νομίσματος καὶ αὐτ[οῦ] ἐξετάζιν τὴν ὑπόθεσιν· εἰ δὲ μή, πα-
ρ̣α̣υ̣τ̣[ὰ τὴ]ν̣ [ὑπ][θεσιν] εἰσά<γ>ιν, κα[ὶ] τὸν α[ἰτι]αθέντα φυλάττεαθαι.
40 ⸏(10) ὥστε το[ὺς ἐν] το[ῖς] κάστροις ἰδιώτας διδόναι προτέρους τὰ μιτάτα,
{δ} δίχα δια[τροφῆς], ἕκαστον πρὸς τὴν τῶν οἰ[κ]ημάτων ὧν κέκτητα̣[ι]
δύνα[μ]ιν· εἰ δὲ [μὴ ἀρκο]ῦσι τὰ ἐκίνων οἰ[κ]ήματα, καὶ αὐτοὺς τοὺς στρα-
τιώτας ἐφ’ ὕσ[τερον εἰς τὰ] ἴδια κομίζ[ει]ν κάστρα ὡς παρέχειν μη-
τάτ̣α̣, κ̣α̣ὶ μὴ ἐνυ[βρι]σαμέ̣ν̣ους, [το]ὺς ἰδιώτας, προφάσε[ι] μη-
45 τάτων, [ἕκασ]τ̣ον̣ δίχα τῶν αὑτῷ διαφ{φ}ερόντων {²⁶διαφερόντων}²⁶
οἰκημάτων.
46a ⸏(11) ὥ[σ]τε τοὺς καστρ<η>σιανοὺς μετὰ πά<σ>ης ἐπιμελίας
47 παρα[φ]υλάττιν, καὶ μὴ σ[υνω]νῆς χάριν τινὰ παρειέναι ἐπὶ τ[ο]ὺς
βαρβάρους μήτε τ[ὰ] ἀλλάγματα πρὸς αὐτοὺς τιθ[έν]αι· ἀλλὰ φυλάττιν αὐτοὺς
καὶ τὰς ὁδοὺς ἐπὶ τῷ μήτε Ῥωμαίους μήτε Αἰγυπτίο[υς μ]ήτε ἕτερόν τ<ι>να δίχα [πρ]οστάγ-
50 ματος τὴν πάροδον ἐπὶ τοὺς βαρβάρους [π]οιεῖ<ν>· [το]ὺς δὲ ἐκ τοῦ ἔθνου[ς τ]ῶν
Μακῶν διὰ γραμμάτων τοῦ λ̣α̣(μπροτάτου) πραιφέκτου συγχωρῖσθαι ἐπὶ τὰ χωρία [Πε]ντα-
πόλεως παραγίνεσθαι.
52a ⸏(12) ὥστε π̣αρὰ τοῖς γενναιοτάτοις στρ[ατ]ιώταις
53 δίχα τινὸς παρὰ τὸ δίκαιον ἐπισαγ[ο]μένης ἐπηρί[ας] παρέχεσθαι.
53a ⸏(13) ὥστε τὸν παρα-
54 β<αί>νοντά τι τῶν τυπωθέντων π[ε]ντήκοντα χρυσίο λίτρας λόγῳ προσ-
55 τίμου μεθοδεύεσθαι, καὶ ταύτας περὶ τὴν τῶν ὅρων ἐπιμέ[λ]ιαν δαπα-
νᾶσθαι.
56a ⸏(14) γνῶσις τῶν μετὰ τὰ ἐ<π>έ[τε]ια [ε]ἰς μίωσιν τῶν συνηθιῶν τυ-
57 πωθέντων· καθ’ ἕκαστον ἔτο[ς παρέχονται παρ][τῶν] γε[νν]αιωτάτων στρατιωτῶν
ἐκ πάντων τῶν ἀριθμῶν καὶ οὐκ ἀφ’ ἑκάστου τούτων διαφόρ[ο]ις
κατὰ τὴν χώραν προσώποις, ὧν
60 οὐδὲν πλέον αὐτοὺς ἐπινοεῖσ[θ]-
αι χρή, οὕτως· συγκαθέδρῳ τοῦ περ-
ιβλέπτου δουκὸς νο(μίσματα) ρνδʹ· δομε-
στικῷ τοῦ αὐτοῦ νο(μίσματα) ρκϛʹ κανκ<ε>-
λλ[α]ρίῳ τοῦ αὐτοῦ νο(μίσματα) κδʹ· τῶι
65 δεκανῷ καὶ σο[υβσκριβε]νδαρίῳ
καὶ σπαθαρίῳ καὶ βουκινάτορι καὶ ἀν-
θρώποις τοῦ δουκός, τοῖς πᾶσιν τού-
τοις νο(μίσματα) ρπʹ· τῇ τάξει λόγῳ καλανδαρικῶν
70 νο(μίσματα) ρ{α}ξαʹ {²⁶ρξαʹ}²⁶· τῷ
νουμεραρίῳ καὶ πριμισκριν[ί]ῳ ὑπὲ<ρ>
ἀννώνας προστιθεμένης καὶ παρα-
πομπῆς νό(μισμα) αʹ· τοῖς αὐ-
τοῖς ὑπὲρ καπίτου ὁμοίως προστι-
5 θεμέν{ικ}ου {²⁶θεμένου}²⁶ νό(μισμα) αʹ· τοῖς α-
ὐτοῖς ὑπὲρ προκοπῆς βαθμ<ο>ῦ νό(μισμα) αʹ {ς}· τοῖς α-
ὐτοῖς ὑπὲρ στρατευσίμου καὶ τῆς καλ-
ουμ[έ]νης προβατωρίας νό(μισμα) αʹ· τοῖς αὐ-
τοῖς λόγῳ χαρτατικῶν {Ν̣ΟΑ} ἀπὸ ἑκ-
80 άστου κάστρου τῶν κ{α}αστρη-
σιανῶν {²⁶καστρησιανῶν}²⁶ νο(μίσματα) ϛʹ·
τοῖς αὐτοῖς λόγῳ τετραμηνιακ-
ῶν ὁμοίως νο(μίσματα) δʹ.
Search Help
Contact Us