[ ] Cyrenaica — Cyrene — 103 AD
1 ἀγαθῇ τύχῃ.
(ἔτους) ρλγʹ. Ἴσιδι καὶ Σεράπιδι
ἀγαθὸς δαίμων νεωκόρος ἀνέθη(κε).
ἐγὼ τύραννος Εἶςις αἰῶνος μόνη
5 πόντου τε καὶ γῆς τέρμονάς τ’ ἐπιβλέπω
καὶ σκῆπτρ’ ἔχουσα καὶ μί’ οὖσ’ ἐπιβλέπω.
καλοῦσι δή με πάντες ὑψίστην θεόν,
πάντων μεγίστην τῶν ἐν οὐρανῶι θεῶν.
αὐτὴ γὰρ εὗρον πάντα καὶ εἱλόμην πόνον.
10 γραφὴ δ’ ἐπὶ σφραγεῖσι δηλώσει σαφὴς
δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα,
ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου.
πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα
βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι.
15 ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε,
OU)D' A)/STRA GA\R FOITW=SI TH\N AU)TH\N O(DO/N,
ἂν μὴ ἐξ ἐμοῦ λάβωσιν ἐντολ̣[ὰς πάρος]
οὐ μή τε γαῖα καρπὸν ἦρι [τέξεται],
ἂν μὴ ἐπινεύσω πάντ[α τ’ αὐξήσω καλῶς].
20 τίς ἂν δύναιτο τἀμ̣[ὰ καταβαλεῖν κράτη]
ἤ τις μαρᾶναι [τῶν ἐμῶν ἔργων σθένος];
τὰ μὲν βίος — — — — — — — — — — — — — — — — —
τὸ πᾶν — — — — — — — — — — — — — — — — — — — — —
Search Help
Contact Us