[ ]
Cyrenaica — Cyrene — 103 AD
1 | ἀγαθῇ τύχῃ. |
(ἔτους) ρλγʹ. Ἴσιδι καὶ Σεράπιδι | |
ἀγαθὸς δαίμων νεωκόρος ἀνέθη(κε). | |
ἐγὼ τύραννος Εἶςις αἰῶνος μόνη | |
5 | πόντου τε καὶ γῆς τέρμονάς τ’ ἐπιβλέπω |
καὶ σκῆπτρ’ ἔχουσα καὶ μί’ οὖσ’ ἐπιβλέπω. | |
καλοῦσι δή με πάντες ὑψίστην θεόν, | |
πάντων μεγίστην τῶν ἐν οὐρανῶι θεῶν. | |
αὐτὴ γὰρ εὗρον πάντα καὶ εἱλόμην πόνον. | |
10 | γραφὴ δ’ ἐπὶ σφραγεῖσι δηλώσει σαφὴς |
δεικνῦσα τἀμὰ πᾶσιν ἐξευρήματα, | |
ἃ καὶ βροτοῖς ἔδειξα καὶ καρποὺς βίου. | |
πόλεις τε σεμνοῖς περιβόλοις ἐτείχισα | |
βροτοῖς τ’ ἔνειμα ταῦτα τρανῶς εἰδέναι. | |
15 | ἐμοῦ δὲ χωρὶς γείνετ’ οὐδὲν πώποτε, |
οὐδ’ ἄστρα γὰρ φοιτῶσι τὴν αὐτὴν ὁδόν, | |
ἂν μὴ ἐξ ἐμοῦ λάβωσιν ἐντολ̣[ὰς πάρος] | |
οὐ μή τε γαῖα καρπὸν ἦρι [τέξεται], | |
ἂν μὴ ἐπινεύσω πάντ[α τ’ αὐξήσω καλῶς]. | |
20 | τίς ἂν δύναιτο τἀμ̣[ὰ καταβαλεῖν κράτη] |
ἤ τις μαρᾶναι [τῶν ἐμῶν ἔργων σθένος]; | |
τὰ μὲν βίος — — — — — — — — — — — — — — — — — | |
τὸ πᾶν — — — — — — — — — — — — — — — — — — — — — |