[ ] Cyrenaica — Cyrene — 161/80 AD
1 ὑπὲρ τᾶς Αὐτοκράτορος
Καίσαρος Μ(άρκω) Αὐρηλίω Ἀντωνείν[ω]
Σεβαστῶ τύχας καὶ νείκας
καὶ διαμονᾶς καὶ τ[ῶ σ]ύ̣[μπαν]-
5 τος αὐτῶ οἴκω Τι(βέριος) Κλαύ-
διος Βάττος ἱαρειτεύων
τὸν ναὸν τῆς Εἴσιδος ἐπε-
σκεύασεν καὶ ἐστέγασεν ἐκ τῶν
προσόδων τοῦ Ἀπόλλωνος,
10 ἀνθυπατεύοντος Νουμισίου
Μαρκελλιανοῦ, τοῦ κρατίστου
ἀνθυπάτου.
Search Help
Contact Us