Psalm 15.  Marble plaque.
[ ] Kypros — Lapethos (Lampousa) — Karavas — ca. 400-450 AD? — Psalm 15 — BCH 20 (1896) 349, 4
1 Κ(ύρι)ε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου
ἢ τίς καταπαύσει ἐν ὄρι ἁ<γί>ῳ σου;
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος
  δικαιοσύνην,
5 λαλῶν ἀληθίαν ἐν καρδίᾳ αὐτοῦ,
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ,
καὶ οὐκ ἐποίησεν τῷ πλησί[ον αὐτ]οῦ κακόν,
καὶ ὀνιδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ.
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος·
10 τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει·
ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν.
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκον
καὶ δῶρα ἐπ’ ἀθῴοις οὐκ ἔλαβεν.
O( POIW=N TAU=TA OU) SALEUQH/SETE.
Search Help