Psalm 15. Marble plaque.
[ ]
Kypros — Lapethos (Lampousa) — Karavas — ca. 400-450 AD? — Psalm 15 — BCH 20 (1896) 349, 4
1 | Κ(ύρι)ε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου |
ἢ τίς καταπαύσει ἐν ὄρι ἁ<γί>ῳ σου; | |
πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος | |
δικαιοσύνην, | |
5 | λαλῶν ἀληθίαν ἐν καρδίᾳ αὐτοῦ, |
ὃς οὐκ ἐδόλωσεν ἐν γλώσσῃ αὐτοῦ, | |
καὶ οὐκ ἐποίησεν τῷ πλησί[ον αὐτ]οῦ κακόν, | |
καὶ ὀνιδισμὸν οὐκ ἔλαβεν ἐπὶ τοὺς ἔγγιστα αὐτοῦ. | |
ἐξουδένωται ἐνώπιον αὐτοῦ πονηρευόμενος· | |
10 | τοὺς δὲ φοβουμένους τὸν Κύριον δοξάζει· |
ὁ ὀμνύων τῷ πλησίον αὐτοῦ καὶ οὐκ ἀθετῶν. | |
τὸ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκον | |
καὶ δῶρα ἐπ’ ἀθῴοις οὐκ ἔλαβεν. | |
ὁ ποιῶν ταῦτα οὐ σαλευθήσετε. |