Honorific decree of Metropolis for Glaukos, son of Eudoros, of Hypata.
Block of gray marble.
1 | [Ματροπολιτῶν ο]ἱ ταγοὶ καὶ ἡ π[ό]λις |
[Ὑπαταίων το]ῖ[ς ἄ]ρχου[σι] καὶ τ[ῆ]ι πό- | |
λε[ι χαίρε]ιν· τ[ῶ]ν δεδομένων τι- | |
μίων ὑ[π]ὸ [τῆ]ς πόλεως ἡμῶν | |
5 | Γλαύκωι Εὐδώρου τῶι ὑμετέ- |
[ρω]ι πολείτηι ἀπεστάλκαμεν | |
ὑμεῖν τὸ ἀντίγραφον ἵνα εἰ- | |
δῆ[τ]ε. στρατηγοῦντος | |
Ἀλεξίππου τοῦ Ἱπ[π]ολόχου | |
10 | Λαρισαίου μηνὸς Ἀφρίου δε[υ(?)]- |
[τέρ]αι ἐκλησίας ἐννόμ[ου] | |
[οὔση]ς [προστ]ατεύοντος | |
τῆς ἐ[κκ]λησίας τῶν ταγ[ῶν] | |
[καὶ εἴπαντος] Λύκου τοῦ Θέ[ρ]- | |
15 | σω[ν]ος(?)· ἔδοξε τῇ πόλει· ἐπ[ει]- |
δὴ Γλαῦκος Εὐδώρου Ὑπατα[ῖ]- | |
ος ἀνὴρ κ[α]λὸς κἀγαθὸς ὑπά[ρ]- | |
χων ἐνδημήσας εἰς τὴν πόλ[ιν] | |
ἡμῶν καὶ παρεπιδημήσας χ[ρό]- | |
20 | νον καὶ πλείονα τήν τε παρε- |
πιδημίαν καὶ ἀναστροφὴν | |
[πε]π[οίητ]αι εὔτακτόν τε καὶ | |
[σώφρονα καθ’ ὃ]ν τρόπον ἐπέ- | |
βαλλεν ἀνδρὶ καλῶι καὶ ἀ[γα]- | |
25 | [θῶ]ι ἀξίως τῆ[ς] τε ἡμετέ[ρας] |
πόλεω[ς] καὶ τῆς Ὑπαταίων | |
[καὶ τῆι] καθ’ ἑαυτὸν τέχνῃ κα[ὶ] | |
καθ’ ἰδίαν καὶ κατὰ κοινὸν ἀνέν- | |
κλητον ἑαυτὸν παρεισχημέν[ος] | |
30 | ἐπιδιδοὺς [ἑ]αυτὸν εἰς τὰ παρακ[α]- |
[λού]μενα ἀπροφασίστως σπου- | |
[δ]ῆς καὶ [φιλο]τιμίας ο[ὐ]θὲν ἐλ- | |
[λεί]πων· ἵνα οὖν φανερὸν πᾶσιν | |
ἦι ὅτι ὁ δῆμος ἡμέτερος τοῖ[ς] | |
35 | ἀγαθοῖς τῶν ἀνδρῶν δύναται |
χάριτας ἀπονέμειν· δεδόσθαι | |
Γλαύκωι Εὐδώρου Ὑπαταίωι | |
προξενίαν καὶ πολιτείαν ἔγ[κ]τη- | |
σιν [ἐ]π[ινομίαν ἀσυ]λίαν ἀσφάλ[ει]- | |
40 | [αν πολέμου καὶ] εἰρήνης [αὐτῶι καὶ] |
[χρήμασιν? καὶ τὰ λοιπ]ὰ τίμια πάν[τα] | |
[ὅ]σα [καὶ τοῖ]ς [ἄλλοι]ς προξένοις [καὶ] | |
[εὐεργέταις τῆς πόλεως δ]έ[δοται ․․․․․] | |
[— — — — — — — — — —]ναι δὲ τα․․․․․․ | |
45 | [— — — — — — — — — — ψ]ήφισμα ἀναγ[ρ]ά- |
[ψαι ἐν Μητρο]πόλει ἐν τῶι ἐ[πιφανε]- | |
[στάτωι τόπωι? ἐν στήληι] λιθίνηι καὶ [ἐν] | |
[Ὑπάται ἐν τ]ῶι ἐπιφανεστάτωι [ἱε]- | |
[ρῶι? — — —]Κ․․․․ΙΛΕ․․․ΕΝΑ․ΛΓΑ | |
50 | [— — — — — — — —]Π․․․․Τ․․․․Ι․․․ |
[— — — — — — — —] δι[α]πο[στ]ε[ιλ․․] | |
[— — — — — — — ψ]ήφισμα ․ΛΙΙ․․Ι̣Ι̣Ι̣ |