[ ]
Ionia — Patmos Isl. — 3rd-4th c. AD — McCabe, Patmos 4 — Kaibel 872; SGDI 5024
| 1 | ἀγαθῆι τύχηι. |
| αὐτὴ παρθενικὴ Ἐλαφηβόλος ἀρήτειραν | |
| θήκατο κυδαλίμην Γλαυκίεω θύγατρα | |
| ὑδροφόρον Βήραν, Πατνίηι παραβ[ώ]μια ῥέξαι | |
| 5 | σπαιρόντ[ω]ν αἰγῶν ἔμβρυα καλλιθύτων· |
| εἰν Ἄρτει δ’ ἐτράφη νεαρὴ παῖς, ἡ δὲ τιθήνη | |
| ἐκ γενετῆς Βήρας κ[αὶ] τροφός ἐστι Πάτνος, | |
| νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε | |
| βένθεσιν ΛΝ<Α>ΛΗΣ ἕδρανα ῥυομένη{ι} | |
| 10 | ἐ̣ξ̣ό̣τε μιν Σκυθίηθεν ἀρήϊος εἷσεν Ὀρέστης, |
| παυσάμενος στυγερῆς μητροφόνου μανίης· | |
| νῦν̣ δ’ ἐρατὴ Βήρ̣α̣, θυγάτηρ σοφοῦ ἰητῆρος | |
| Γλαυκ[ί]εω, β̣ο̣υλαῖς Ἀρτέμιδος Σκυθίης | |
| Αἰγαίου πλ[ώ]σασα ῥό̣ου δυσχείμερον οἶδμ̣α, | |
| 15 | ὄργια κ[αὶ] θαλίην, ὡς θέμις, ἠγλάϊσεν. |
| εὐτυχῶς. |