[ ] Ionia — Patmos Isl. — 3rd-4th c. AD — McCabe, Patmos 4 — Kaibel 872; SGDI 5024
1                       ἀγαθῆι τύχηι.
αὐτὴ παρθενικὴ Ἐλαφηβόλος ἀρήτειραν
    θήκατο κυδαλίμην Γλαυκίεω θύγατρα
ὑδροφόρον Βήραν, Πατνίηι παραβ[ώ]μια ῥέξαι
5     σπαιρόντ[ω]ν αἰγῶν ἔμβρυα καλλιθύτων·
εἰν Ἄρτει δ’ ἐτράφη νεαρὴ παῖς, ἡ δὲ τιθήνη
    ἐκ γενετῆς Βήρας κ[αὶ] τροφός ἐστι Πάτνος,
νῆσσος ἀγαυοτάτη Λητωΐδος, ἧς προβέβηκε
    βένθεσιν ΛΝ<Α>ΛΗΣ ἕδρανα ῥυομένη{ι}
10 ἐ̣ξ̣ό̣τε μιν Σκυθίηθεν ἀρήϊος εἷσεν Ὀρέστης,
    παυσάμενος στυγερῆς μητροφόνου μανίης·
νῦν̣ δ’ ἐρατὴ Βήρ̣α̣, θυγάτηρ σοφοῦ ἰητῆρος
    Γλαυκ[ί]εω, β̣ο̣υλαῖς Ἀρτέμιδος Σκυθίης
Αἰγαίου πλ[ώ]σασα ῥό̣ου δυσχείμερον οἶδμ̣α,
15     ὄργια κ[αὶ] θαλίην, ὡς θέμις, ἠγλάϊσεν.
                              εὐτυχῶς.
Search Help