[ ]
Aeg. Isl. — Lesbos: Mytilene — stoich. 49-52 — ca. 340-330 BC? — IG XII,2 6 with XII, Suppl. p. 3-4 — ZPE 63 (1986) 120-128
See also:
1 | [․․․․․․․․․․․․ καὶ οἰ β]ασί̣[ληες προστί]θ̣η̣σ[θον τῶι κατεληλύθον]- |
[τι ὠς τέχναν τεχνα]μέν̣[ω] τῶ ἐ[ν τᾶι] πόλι πρόσθε [ἔοντος· αἰ δέ κέ τις] | |
[τῶγ κατεληλυθόν]των μὴ̣ ἐμμένη ἐν ταῖς διαλυσί[εσ]σι ταύτ[αισι], | |
[μὴ ․․․․․․․․․․․]ζέσθω πὰρ τᾶς πόλιος κτήματος μήδενος μη̣[δὲ στ]- | |
5 | [ειχέτω ἐπὶ μῆ]δεν τῶμ παρεχώρησαν αὔτωι οἰ ἐν τᾶι πόλι πρό[σθε] |
[ἔοντες, ἀλλὰ σ]τείχοντον ἐπὶ ταῦτα τὰ κτήματα οἰ παρχωρήσαν[τ]- | |
[ες αὔτωι ἐκ τῶν] ἐν τᾶι πόλι πρόσθε ἐόντων, καὶ οἰ στρόταγοι εἰσ- | |
[αῦθις ἀπυφέρο]ντον ἐπὶ τὸν ἐν τᾶι πόλι πρόσθε ἔοντα τὰ κ̣τήματα | |
[ὠς μὴ συναλλαγ]μένω τῶ κατεληλύθοντος, καὶ οἰ βασίληε̣ς προστί- | |
10 | [θησθον τῶι ἐν τ]ᾶι πόλι πρόσθε ἔοντι ὠς τέχναν τεχναμ̣ένω τῶ κα- |
[τεληλύθοντος]· μηδ’ αἴ κέ τις δίκαν γράφηται περὶ τ[ο]ύτων, μὴ εἰσά- | |
[γοντον οἰ περί]δρομοι καὶ οἰ δικάσκοποι μηδὲ ἄ̣[λλ]α ἄρχα μηδέϊα· | |
[․․․․․․․․․․․ δὲ] τοὶς στροτάγοις καὶ τοὶς β̣[ασίλ]ηας καὶ τοὶς πε- | |
[ριδρόμοις καὶ τ]οὶς δικασκόποις καὶ ταὶς [ἄλλα]ις ἄρχαις, αἴ κε | |
15 | [μὴ γίνηται ἄπαν]τα ὠς ἐν τῶι ψ[αφίσματι γέγραπτ]αι, κατάγρεντον |
[δὲ τὸν ἀθέτεντά τι τῶν ἐν τῶι ψαφίσματι γεγρα]μμένων, ὤς κε μηδ- | |
[εν {²⁷μηδ|εις?}²⁷ ․․․․․․․․․․․․c.30-31․․․․․․․․․․․․ π]ρὸς τοὶς ἐν τᾶι πόλι | |
[πρόσθε ἔοντας, ἀλλὰ ὀμόνοοι καὶ διαλε]λύμενοι πάντες πρὸς ἀλ- | |
[λάλοις πολιτεύοιντο ἀνεπιβολλε]ύ̣τως καὶ ἐμμένοιεν ἐν τᾶι ἀ- | |
20 | [ναγραφείσαι διαγράφαι καὶ ἐν τᾶ]ι διαλύσι τᾶι ἐν τούτωι τῶι ψα- |
[φίσματι· διαιτάταις δὲ ἔλεσθ]αι τὸν δᾶμον ἄνδρας εἴκοσι, δέκα | |
[μὲν ἐκ τῶγ κατελθόντων, δέκ]α̣ δὲ ἐκ τῶν ἐν τᾶι πόλι πρόσθε ἐόντων· | |
[οὖτοι δὲ σπουδαίως φυλάσσ(?)]οντον καὶ ἐπιμέλεσθον ὠς μῆδεν ἔσ- | |
[ται ἐνάντιον τοῖς τε κατ]ε̣λθ̣όντεσσι καὶ τοῖς ἐν τᾶι πόλι πρόσ- | |
25 | [θε ἐόντεσσι μηδετέρως]· καὶ περὶ τῶν ἀμφισβατημένων κτημάτων |
[․․․․․․․․․․․․․․․․․ κ]αὶ πρὸς τοὶς ἐν τᾶι πόλι ἔοντας καὶ πρὸς | |
[ἀλλάλοις ․․․․․․․ μ]ὲν̣ διαλυθήσονται, αἰ δὲ μή, ἔσσονται ὠς δικ- | |
[․․․․․․․․․․․․․ τα]ῖς διαλυσίεσσι, ταὶς ὀ βασίλευς ἐπέκριννε | |
[․․․․․․․․․․․․․․․․]αι ἐμμενέοισι πάντες καὶ οἰκήσοισι τὰμ πό- | |
30 | [λιν καὶ τὰγ χώραν ὀ]μονόεντες πρὸς ἀλλάλοις· καὶ περὶ χρημάτων |
[ὠς ἔσται εἰς τὸ θέσ]θ̣α̣ι ταὶς διαλύσις ὠς πλεῖστα· καὶ περὶ ὄρκω | |
[τόγ κε ἀπομόσσοισι οἰ] πόλιται, περὶ τούτων πάντων ὄσσα κε ὀμο- | |
[λογέωισι πρὸς ἀλλάλο]ις, οἰ ἀγρέθεντες ἄνδρες φέροντον ἐπὶ τ- | |
[ὸν δᾶμον, ὀ δὲ δᾶμος ἀκο]ύσαις, αἴ κε ἄγηται συμφέρην, βολλευέτω· | |
35 | [․․․․․․․․․․․․․․․․․․ τὰ] ὀμολογήμενα πρὸς ἀλλάλοις συμφέρον- |
[τα ․․․․․․․․․․․․․ τοῖς κα]τελθόντεσσι ἐπὶ Σμιθίνα προτάνιος | |
[․․․․․․․․․․․․․․․․․․ ψαφ]ίσθη· αἰ δέ κέ τι ἐνδεύη τῶ ψαφίσματος, | |
[περὶ τούτω ἀ κρίσις ἔστω ἐπ]ὶ̣ τᾶι βόλλαι· Κυρωθέντος δὲ τῶ ψαφίσ- | |
[ματος ὐπὸ τῶ δάμω, εὔξασθαι] τὸν δᾶμον ἐν τᾶι εἰκ̣ο̣ίσται τῶ μῆννος | |
40 | [․․․․․․․․․․․․․․․․․․․ τῶ] τοῖς θέοισι ἐπὶ σωτηρίαι καὶ εὐδαι- |
[μονίαι τῶμ πολίταν πάντων] γενέσθαι τὰν διάλυσιν τοῖς κατελ- | |
[θόντεσσι ․․․․․ καὶ τοῖς] ἐν τᾶι πόλι ἐόντεσσι ․ τοὶ[ς δ]ὲ ἴρηας τ- | |
[οὶς δαμοτέλεας πάντας καὶ] ταὶς ἰρείαις ὀείγην το[ὶ]ς ναύοις καὶ | |
[τὸν δᾶμον πρὸς εὔχαν συνέλ]θην· τὰ δὲ ἶρα τὰ ὀ δᾶμος η̣ὔξατο ὄτε ἐξ- | |
45 | [έπεμψε τοὶς ἀγγέλοις πρὸς] τὸν βασίληα ἀπυδόμεναι τοὶς βασί- |
[ληας ․․․․․․․․․․․․․․․․․․]τον· παρέμμεναι δὲ τᾶι θυσίαι καὶ | |
[τοὶς διαιτάταις καὶ τοὶς ἀ]γ̣γέλοις τοὶς πρὸς τὸν βασίληα πρ[οσ]- | |
[πέμφθεντας τοίς τε ἀπὺ τῶν] ἐν τᾶι πόλι ἐόντων καὶ τοὶς ἀπ̣ὺ̣ τ̣[ῶγ] | |
[κατελθόντων τὸ δὲ ψάφισμα τ]οῦτο ἀναγράψαντας τοὶς τ[αμίαις] | |
50 | [εἰς στάλλαν λιθίναν θέμεναι εἰς τὸ ἶρον ․․․] |