[ ]
Aeg. Isl. — Paros — 154-150 BC — AD 20 A (1965) 119-132 — Chiron 13 (1983) 290, cf.
| 1 | [— —c.11— —]Σ̣ κ̣α̣λ̣οκαγαθίαν, τῶ[ν] τε τ[οῦ β]ασ[ιλέ]- |
| [ως πρ]α̣γμάτω[ν] Πτολεμαίου καὶ τῆς ἀδελ̣[φῆ]ς αὑτ[οῦ] | |
| [βασ]ιλίσσης [Κλε]οπάτρας [κ]α̣λῶς καὶ̣ [δικ]αίως {²vac.}² | |
| [τὴν] δ̣ι̣ο̣ίκησιν [ποι]ο̣ύμενος διατελεῖ ἀξίως τῶν | |
| 5 | [τ]ε πιστευομ[ένων] αὐτῶι βασιλέων καὶ τῆς αὑ- |
| [τ]ο̣ῦ̣ ἀναστροφῆ̣[ς τί]μ̣ι̣α̣ φυλάττων, πρός τε τού- | |
| [τ]ους καὶ τοὺς ἄλ[λου]ς Ἕλληνας ἀνέγκλητός | |
| [ἐ]στιν, εὐσεβής τε ὑπάρχων εἴς τε τοὺς ἄλλου̣[ς δ]- | |
| [ή]μ̣ους καὶ εἰς τὴν Ἑστίαν τοῦ δήμου τοῦ ἡμετέρου {²vac.}² | |
| 10 | [σ]τεφάνην κατασκευάζει χρυσῆν τῶι ἀγάλματι̣ |
| [τ]ῆς Ἑστίας, ὅπως ἐπικοσμήσει τὸ ἱερὸν δαπάνην | |
| [ὑ]πομένων ἐκ [τ]ῶν̣ ἰ̣δ̣ί̣ω̣ν̣ ο̣ὐ μικράν, ὑπόμνημα τῆς | |
| [α]ὑτοῦ εὐσεβε[ί]ας θέλων καὶ παρ’ ἡμῖν καταλιπεῖν | |
| [κ]αὶ τοῖς ἐξ ἡμῶν ἐπιγ̣ι̣ν̣ομένοις ∙ v ἀνθ’ ὧν ἀγαθεῖ | |
| 15 | [τ]ύ̣χηι δεδόχθαι ἐπηνῆ̣σθαι Ἄγλαον Θεοκλείους |
| [Κ]ῶ̣ιον ἐπί τε τεῖ εἰς τὸ θεῖον εὐσεβείαι καὶ τεῖ πρὸς | |
| [τ]ὸ̣ν βασιλῆ Πτολεμαῖον καὶ τὴν βασίλισσαν Κλε̣[ο]- | |
| [π]ά̣τραν εὐν̣οίαι καὶ ἐπὶ τεῖ εἰς τὸν ἡ̣μ̣έτερον δῆμον | |
| [ὑ]π̣’ αὐτοῦ γινομένει φιλαγαθίαι, ὧν μνημονεύ- | |
| 20 | [ω]ν ὁ δῆμος ὁ Παρίων καὶ νῦν αὐτὸν τιμᾶι πρός {²vac.}² |
| [τ]αῖς ὑπαρχούσαις τιμαῖς χρυσῶι στεφάνωι κα[ὶ] | |
| [ε]ἰ̣κόνι τετραπήχει λυχνέω̣ς λίθου ὡς καλλίστε[ι], | |
| [ὅ]πως πᾶσι φανερὰ ε῏ι ἡ ἡμετέρα προαίρεσις καὶ [ἐ]- | |
| [κ]τ̣ένεια εἰς τοὺς εὐεργετ̣ο̣ῦντας ἡμᾶς οὐ λει[πο]- | |
| 25 | [μ]ένους ἐν χάριτος ἀποδόσει, ἣν στήσει ὁ δῆμος [ὁ Παρί]- |
| ω̣ν ἐν τῶι ἱερῶι τῆς Ἑστίας, οὗπερ καὶ ἡ Σ̣Μ̣#⁷[—c.6-8—] | |
| [․]ῶι ἀνακειμένη ὑπάρξει · παρα̣σ̣τ̣ῆ̣σ̣[αι δὲ ταύ]- | |
| [τηι] καὶ στήλην λιθίνην ἔχουσα̣ν̣ [τόδε τὸ ψήφισμα] | |
| [․․․․]η̣σαν τὴν [— — — — — — — — — — — — — —] | |
| 30 | [— — — — —]τ[— — — — — — — — — — — — — — —] |