[ ]
Aeg. Isl. — Paros: Mon. Katapoliani — ca. 175-150 BC — Chiron 13 (1983) 283-368
1 | τάδε συνέγραψαν καὶ εἰσήνεγκαν οἱ αἱρεθέντες |
ὑπὸ τοῦ δήμου Κλεοθάρσης ∶ Σιληνοῦ ∶ Χάρης | |
Κρατιστόλεω ∶ Εὐκράτης ∶ Κρίτωνος ∶ περὶ τῶν | |
γραμμάτων τῶν μνημονικῶν τῶν τε ἀνενη- | |
5 | νειγμένων εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ τῆς |
Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ περὶ τῶν εἰς τὸν λ[οι]- | |
πὸν χρόνον ἀνενειχθησομένων ∙ ὅσα μὲν ὑπό τι̣- | |
ϝων ἠδίκηται ∶ ἢ ἐξαλήλειπται ἢ ἐγγέγραπται | |
τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἀνενη- | |
10 | νειγμένων εἰς τὸ ἱερόν, περὶ μὲν τούτων τῶν |
γεγενημένων ἀδικημάτων ποιήσασθαι | |
τοὺς ἄρχοντας τοὺς περὶ Νικησιφῶντα καὶ | |
τοὺς ἱερεῖς τοὺς δημοτελεῖς ἀράν ∙ εἴ τις τῶν | |
γραμμάτων τῶν ἐν τῶι ἱερῶι τῶν μνημονικῶν | |
15 | τῶν ἀνενηνειγμένων ἠδίκηκέ τι ἢ ἐξαλήλι- |
φέ τι ἢ ἐγγέγραφε ἀφ’ οὗ ἀνηνείχθη εἰς τὸ ἱερόν, | |
ἐξώλη εἶναι αὐτόν, καὶ εἴ τις συνειδὼς μὴ μη- | |
νύσειεν πρὸς τοὺς ἄρχοντας καὶ τὸν ἀποδέ- | |
κτην τὸν ἐπιμελόμενον τοῦ ἱεροῦ, ὡσαύτως δὲ | |
20 | [κ]αὶ εἴ τις εἰς τὸν λοιπὸν χρόνον ἀδικήσειέ τι ἢ ἐ- |
[ξ]αλείψειεν ἢ ἐνγράψειεν τῶν μνημονικῶν | |
[γρ]αμμάτων τῶν ἀναφερομένων εἰς τὰ ἱερά, ἐξώ- | |
[λ]η εἶναι αὐτὸν καὶ εἶ τις συνειδὼς μὴ μηνύ- | |
σειεν ∙ εἶναι δὲ καὶ ὑπεύθυνον εἶ τίς τι ἠδίκη- | |
25 | κεν τῶν γραμμάτων τῶν μνημονικῶν τῶν ἐν |
τῶι ἱερῶι τῶι βουλομένωι Παρίων τὸν πάντα | |
χρόνον ἄτερ ἀντιγραφῆς, ὁ δὲ γραφόμενος περὶ | |
π̣άντων γραφέσθω δημοσίαν δίκην κατὰ τὸν νό̣- | |
μον πρὸς τὸμ βασιλέα τίμημα ἐπιγραφόμενος | |
30 | τί χρὴ παθεῖν ἢ ἀποτεῖσαι, ὡσαύτως δὲ καὶ ἐὰν |
ὕστερον ἀδικήσαντός τι περὶ τὰ γράμματα βού- | |
ληταί τινα γράφεσθαι ∙ ὅπως δὲ καὶ εἰς τὸ δυνατὸν | |
μηθὲν γίνηται ἀδίκημα εἰς τὸν λοιπὸν χρόνον, | |
εἰ δὲ μή, ἔλεγχος ἦι καὶ δι’ ἀντιγράφων, τοὺς μνή- | |
35 | μονας τοὺς ἐπὶ Νικησιφῶντος ἄρχοντος ἀνα- |
γράψαι εἰς βυβλία ἀντίγραφα πάντων τῶν μνημο- | |
νικῶν γραμμάτων ὧν ἀναφέρουσιν εἰς τὸ ἱερὸν τοῦ | |
Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς | |
καὶ παραδιδόναι αὐτοὺς τοῖς ἄρχουσιν ὅταν καὶ | |
40 | τὰ ἄλλα μνημονικὰ παραδιδῶσιν τῶι τε ἀποδέκτει |
καὶ τῶι μνήμονι καὶ τὸν ἄρχοντα ἀπογράφειν εἰς | |
τὸ δημόσιον παραδεδωκότα καὶ τοῖς ἄρχουσιν καθά- | |
περ καὶ ἐκεῖνα, τοὺς δὲ ἄρχοντας παραδοῦναι τῶι ἀ̣- | |
ποδέκτει τῶι ἐπιμελομένωι τῶν κατὰ πόλιν παρα- | |
45 | λαβόντας παρὰ τῶν μνημόνων, τὸν δὲ ἀποδέκτην |
θέσθαι τὰ γράμματα εὐθέως παρόντων τῶν ἀρχόν- | |
των εἰς τὸ ἱερὸν τῆς Ἑστίας ἐμβαλόντα εἰς τὴν κι- | |
βωτὸν τὴν οὖσαν ἐν τῶι ἱερῶι· εἰς ἀνάλωμα δὲ | |
τούτων τοῖς μνήμοσιν δοῦναι τοὺς ἄρχοντας | |
50 | τοὺς περὶ Νικησιφῶντα ἀπὸ τῶν πρυτανείων ἑ- |
κάστωι δραχμὰς ∶ΔΔΔ̣, τὸ μὲν ἥμυσυ ἐν τῶι Θαργη- | |
λιῶνι, τὸ δὲ ἥμυσυ ἐν τῶι Ἀπατοριῶνι ∙ εἰς δὲ τὸν λοι- | |
πὸν χρόνον τὸμ μετὰ Νικησιφῶντα ἄρχοντα τοὺς | |
μνήμονας τοὺς γινομένους τὰ μὲν ἄλλα γράμμα- | |
55 | τα ὅσα ἂν παραλάβωσιν παρὰ τῶν πρότερον μνημό- |
νων ἀναγράψαντας παραδιδόναι τῶι ἀποδέκτει | |
εἰς τὸ Πύθιον κατὰ τὸν νόμον ∙ ὅσα δ’ ἂν ἐφ’ αὐτῶν οἰ- | |
κονομηθεῖ πάντα καὶ τὰ δοθέντα αὐτοῖς γεγραμ- | |
μένα ἐν ὑπομνήμασιν, ταῦτα δὲ αὐτὰ καθ’ αὐτὰ | |
60 | ἀναγράψαντες ἑξῆς κατὰ μῆνα παραδιδόντων |
τῶι τε ἀποδέκτει τῶι ἐπιμελομένωι τῶν τοῦ Πυθίου | |
καθάπερ καὶ τὰ ἄλλα γράμματα καὶ τοῖς ἄρχουσιν | |
ὡς γέγραπται καὶ περὶ τούτων διοικεῖν καθὰ ἐπάνω | |
γέγραπται ∙ εἰς ἀνάλωμα δὲ τούτοις τοῖς μνήμοσι | |
65 | δίδοσθαι ὅ τι ἂν ἐν τῆι διατάξει γραφεῖ ∙ ὅπως δὲ καὶ ἐ- |
άν τις βούληται τῶν γραμμάτων τῶν ἐν τῶι ἱερῶι | |
τῆς Ἑστίας ἐπισκοπεῖν ἐξεῖ αὐτοῖς, ἐάν τις φῆι μὴ | |
ὡσαύτως ἀναγεγράφθαι τοῖς ἐν τῶι Πυθίωι γράμμ[α]- | |
σιν τὰ ἐν τῶι τῆς Ἑστίας, τοὺς μὴ φαμένους δηλοῦν | |
70 | τοῖς ἄρχουσιν ἐγ κυρίαι ἐκλησίαι ἀκούοντος τοῦ δή- |
μου ὃ ἂμ μὴ φῆι εἶναι ὡσαύτως ἀναγεγραμμένον | |
τοῖς ἐν τῶι Πυθίωι γράμμασιν, τὸν δὲ ἀποδέκτην τῆι | |
πέμπτει ἱσταμένου ἀνοίξαντα τὸ ἱερὸν ἐπιδεικνύ- | |
ειν παρόντων τῶν ἀρχόντων, ἔξω δὲ τοῦ ἱεροῦ μὴ ἐ- | |
75 | ξεῖναι φέρειν τῶν βυβλίων μηθὲν μηδὲ οἱ ἄρχοντες |
μηδὲ ὁ ἀποδέκτης ἐώντων, ἀλλὰ παρόντων αὐτῶν | |
τὴν ἐπίσκεψιν γίνεσθαι, ὑπευθύνους δ’ εἶναι τοὺς | |
ἄρχοντας καὶ τὸν ἀποδέκτην, ἐάν τι ἀδικήσωσιν πε- | |
ρὶ τὰ γράμματα ἢ τὴν ἐπίσκεψιν τῶν γραμμάτων κα- | |
80 | [τὰ τ]ο̣ὺς νόμους, εἶναι δὲ ὑπεύθυνον καὶ ἐάν τις ἀδι- |
[κ]ήσει τι περὶ τὰ γράμματα τὰ ἀναφερόμενα εἰς τὸ ἱε- | |
ρὸν τῆς Ἑστίας [καθά]π̣ε̣ρ̣ γ̣έ̣γ̣ρ̣απται ἐάν τις ἀδική- | |
σει περὶ τὰ γράμματα τ̣[ὰ μνη]μ̣ονικὰ τὰ ἐν τῶι Πυθίωι ∙ | |
ὅπως δὲ καὶ, ἐὰν δόξει τῶι δήμωι τ̣[ῶι]δ̣ε τῶι συγγράμ- | |
85 | ματι χρᾶσθαι, φανερὸν ἦι πᾶσιν, τὸν ἀπο̣δ̣έκτην τὸν ἐ- |
πιμελόμενον τῶν κατὰ πόλιν Σωκλείδην ἀναγρά- | |
ψαντα εἰς στήλην λιθίνην τὸ σύγγραμμα τοῦτο | |
θεῖναι παρὰ τὸ ἱερὸν τῆς Ἑστίας, τὸ δὲ ἀνάλωμα δοῦ- | |
ναι αὐτὸν εἰς τὴν ἀναγραφὴν καὶ τὴν στήλην | |
90 | ἀπὸ τῶν προσόδων ὧν ἐγλέγει. |