IG II² 1012
[ ] Att. — non-stoich. — 112/1
1 ἐπὶ Διονυσίου ἄρχοντος τοῦ μετὰ
Παράμονον ἐπὶ τῆς Αἰαντίδος ἑ-
βδόμης πρυτανείας, ᾗ Λάμιος Τιμού-
χου Ῥαμνούσιος ἐγραμμάτευεν· Γα-
5 μηλιῶνος ὀγδόῃ ἱσταμένου, ὀγδό-
ῃ τῆς πρυτανείας· βουλὴ ἐμ βουλευ-
τηρίωι· τῶν προέδρων ἐπεψήφιζεν
Στρατοφῶν Στρατοκλέους Σουνι-
εὺς καὶ συνπρόεδροι·
10        ἔδοξεν τεῖ βουλεῖ·
Ῥῆσος Ἀρτέμωνος Ἁλαιεὺς εἶπεν·
ἐπειδὴ πρόσοδον ποιησάμενος πρὸς
τὴν βουλὴν Διόγνητος ἐξ Οἴου ταμί-
ας ναυκλήρων καὶ ἐμπόρων τῶν φε-
15 ρόντων τὴν σύνοδον τοῦ Διὸς τοῦ
Ξενίου ἐμφανίζει τεῖ βουλεῖ βούλεσ-
θαι τὴν σύνοδον ἀναθεῖναι εἰκόνα γρα-
πτὴν ἐν ὅπλῳ τοῦ ἑαυτῶν προξέ-
νου, κεχειροτονημένου δὲ καὶ ἐπιμε-
20 [λ]ητοῦ ἐπὶ τὸν λιμένα Διοδώρου τοῦ
Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ-
τοῦ καὶ διὰ ταῦτα παρακαλεῖ τὴν βου-
λὴν ἐπικυρῶσαι ἑαυτῶι ψήφισμα·
ἀγαθε[ῖ] τύχει δεδόχθαι τεῖ βουλεῖ ἐπι-
25 κεχω[ρ]ῆσθα[ι] Διογνήτῳ καὶ τῇ συνόδῳ
[π]ο[ι]ήσα[σθ]αι τ[ὴν] ἀνάθεσιν τῆ[ς] γρα-
πτῆς εἰκόνος ἐν ὅπλῳ Διοδώρου τοῦ
Θεοφίλου Ἁλαιέως ἐν τῶι ἀρχείωι αὐ-
τοῦ καθάπερ παρακαλεῖ τὴν βουλήν.
Search Help
Contact Us