[ ]
Aeg. Isl. — Thasos — 2nd half 2nd-beg. 1st c. BC. — BCH Suppl. 5 (1979) 401, 4
1 | —ΙΕΙ— — — — αὐτο |
[— — — τό τε ψ]ή̣φισ̣μα ἀ̣[ν]α̣δώσοντα καὶ ἐμφανιοῦ̣[ντα τήν τε τῶν] | |
[ἀν]δ̣ρῶν [κ]αλοκαγαθίαν κ̣αὶ ὅτι ὑπὲρ τῶν ἀνηκόντ̣[ων τιμίων] | |
[πρό]ς τε τὸ[ν] Θασίων δῆμον καὶ τὸν δικαστὴν καὶ τὸν [γραμματέ]- | |
5 | [α ἐπ]οιήσατο ἡ βουλὴ καὶ ὁ δῆμος [τ]ὴν κα[θ]ήκου̣σαν πρ̣[όνοιαν ἐν] |
[τοῖς] ἐννόμοις χρόνοις· καλῶς δ’ ἔχο[ν ἐ]στ̣[ὶ]ν̣ μεμνημέ[νους τῆς τε] | |
[ἐξαπ]οστειλάσης πόλεως τοὺς ἄνδρας καὶ αὐτῶν τῶ[ν παραγε]- | |
[νομέ]νων καὶ ἐφ’ οἷς παρακληθέντες ἐποίησαν τὰ δίκαια π̣[άντα περὶ] | |
[τῶν ἐψ]ηφισμένων ὑπὸ τοῦ δήμου, τὰς πρέπουσας ἀποδοῦναι [τιμάς]· | |
10 | [τύχηι ἀ]γαθῆι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθ[αι μὲν] |
[τὸν Θασ]ίων δῆμον ὄντα συγγενῆ καὶ φίλον ἐπί τε τῆι εὐνο[ίαι ἧι] | |
[ἔχων δια]τε[λ]εῖ ἐμ παντὶ καιρῶι εἰς τὴν̣ ἡ̣[με]τ̣έ̣ραν πό[λιν καὶ τῆι] | |
[σπουδῆι] ἧι ἐποιήσατο ἐπὶ τῶι ἐξ̣[αποστεῖλαι ἄνδρα δυνατὸν καὶ] | |
[ἄξιον ἀμ]φοτέρων τ̣ῶ̣ν̣ π[όλεων — — — — — — — — — — — — —] |