[ ]
Aeg. Isl. — Thasos — ca. 150-100 BC — BCH Suppl. 5 (1979) 394, 3
1 | — — — ποιησάμενος ἀπέστειλεν τόν τε δικαστὰ̣ν̣ |
καὶ τὸν γραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τὸν ἐξα- | |
ποσταλέντα δικαστὰν Στίλβωνα Θεοδώτου̣ | |
καὶ τὸν γραμματέα Σκύμνον Ἐράτωνος καὶ στε- | |
5 | φανῶσαι τὸν μὲν δικαστὰν χρυσέωι στεφάνωι Διο- |
νυσίων ἐν τᾶι παναγύρει, τὸν δὲ γραμματέα θαλ- | |
λοῦ στεφάνωι καὶ δεδόσθαι αὐτοῖς τε καὶ τοῖς | |
ἐκγόνοις αὐτῶν προξενίαν καὶ πολειτείαν καὶ ἔ[σ]- | |
πλουν καὶ ἔκπλουν πολέμου καὶ εἰράνας ἀσυλεὶ κα[ὶ] | |
10 | ἀσπονδεί· εἶμεν δὲ αὐτοῖς κ̣αὶ ἔφοδον ἐπὶ τὰν βου- |
λὰν καὶ τὸν δᾶμον πρώτοις μετὰ τὰ ἱερά· ὅπως | |
δὲ καὶ Θάσιοι ἐπιγνῶντι τὰν τοῦ δάμ̣ου προαίρε̣- | |
σιν καὶ τὰ παρὰ τᾶς πόλιος δεδομένα τίμια τῶι τε δά̣- | |
μωι αὐτῶν καὶ τῶι δικαστᾶι καὶ τῶι γραμματεῖ, | |
15 | τοὺς δαμιουργοὺς σφραγιξαμένους τᾶι δαμοσί- |
αι σφραγῖδι τὸ ψάφισμα δόμεν τοῖς ἀνδράσιν· παρακ[α]- | |
λεῖ οὖν ὁ δᾶμος Θασίους ἀποδεξαμένους τὰ παρὰ | |
τᾶς πόλιος τίμια καταχωρίξαι εἰς τὰ παρ’ ἁτοῖς δαμό̣- | |
σια γράμματα· ἀναγράψαι δὲ αὐτοὺς καὶ εἰς στάλαν | |
20 | λευκοῦ λίθου καὶ ἀναθέμεν εἰς τὸν ἐπιφανέστα- |
τον τᾶς πόλιος τόπον· ποιεῖσθαι δὲ καὶ τὰν ἀναγό̣- | |
ρευσιν εἰς τὸν ἀεὶ χρόνον τῶν στεφάνων ἐν το̣[ῖς] | |
ἀγῶσιν τοῖς ἁ πόλις ἁτῶν τίθητι· καλέσαι δὲ̣ | |
τοὺς ἄνδρας καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ τὰν | |
25 | κοινὰν ἑστίαν· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξένια |
τοὺς ταμίας κατὰ τὸν νόμον. |