[ ] Aeg. Isl. — Thasos — ca. 150-100 BC — BCH Suppl. 5 (1979) 394, 3
1               — — — ποιησάμενος ἀπέστειλεν τόν τε δικαστὰ̣ν̣
καὶ τὸν γραμματέα· ἐπῃνῆσθαι δὲ καὶ τὸν ἐξα-
ποσταλέντα δικαστὰν Στίλβωνα Θεοδώτου̣
καὶ τὸν γραμματέα Σκύμνον Ἐράτωνος καὶ στε-
5 φανῶσαι τὸν μὲν δικαστὰν χρυσέωι στεφάνωι Διο-
νυσίων ἐν τᾶι παναγύρει, τὸν δὲ γραμματέα θαλ-
λοῦ στεφάνωι καὶ δεδόσθαι αὐτοῖς τε καὶ τοῖς
ἐκγόνοις αὐτῶν προξενίαν καὶ πολειτείαν καὶ ἔ[σ]-
πλουν καὶ ἔκπλουν πολέμου καὶ εἰράνας ἀσυλεὶ κα[ὶ]
10 ἀσπονδεί· εἶμεν δὲ αὐτοῖς κ̣αὶ ἔφοδον ἐπὶ τὰν βου-
λὰν καὶ τὸν δᾶμον πρώτοις μετὰ τὰ ἱερά· ὅπως
δὲ καὶ Θάσιοι ἐπιγνῶντι τὰν τοῦ δάμ̣ου προαίρε̣-
σιν καὶ τὰ παρὰ τᾶς πόλιος δεδομένα τίμια τῶι τε δά̣-
μωι αὐτῶν καὶ τῶι δικαστᾶι καὶ τῶι γραμματεῖ,
15 τοὺς δαμιουργοὺς σφραγιξαμένους τᾶι δαμοσί-
αι σφραγῖδι τὸ ψάφισμα δόμεν τοῖς ἀνδράσιν· παρακ[α]-
λεῖ οὖν ὁ δᾶμος Θασίους ἀποδεξαμένους τὰ παρὰ
τᾶς πόλιος τίμια καταχωρίξαι εἰς τὰ παρ’ ἁτοῖς δαμό̣-
σια γράμματα· ἀναγράψαι δὲ αὐτοὺς καὶ εἰς στάλαν
20 λευκοῦ λίθου καὶ ἀναθέμεν εἰς τὸν ἐπιφανέστα-
τον τᾶς πόλιος τόπον· ποιεῖσθαι δὲ καὶ τὰν ἀναγό̣-
ρευσιν εἰς τὸν ἀεὶ χρόνον τῶν στεφάνων ἐν το̣[ῖς]
ἀγῶσιν τοῖς ἁ πόλις ἁτῶν τίθητι· καλέσαι δὲ̣
τοὺς ἄνδρας καὶ εἰς τὸ πρυτανεῖον ἐπὶ τὰν
25 κοινὰν ἑστίαν· ἀποστεῖλαι δὲ αὐτοῖς καὶ ξένια
τοὺς ταμίας κατὰ τὸν νόμον.
Search Help
Contact Us