[ ] Aeg. Isl. — Thasos — not after mid-2nd c. BC — BCH Suppl. 5 (1979) 386, 1
1         Ε#⁷— — —
        ΡΕΣΧΕ— — —
[ἵν]α̣ οὖν καὶ εἰ̣δ̣[ῶσιν πάντες οἱ γεγενημένοι]
[κα]<λ>οὶ καὶ ἀγαθ[οὶ ἄνδρες τὴν τοῦ δήμου εὐχα]-
5 ρ̣ισ̣τίαν ∙ v δεδό[χθαι τῆι βουλῆι καὶ τῶι δήμωι]
ἐπεινῆσθαι μὲ[ν τὸν δῆμον τὸν Θασίων ἐπὶ]
[τ]ῆι ἀποστολῇ τῶν̣ [τε δικαστῶν καὶ τοῦ γραμ]-
[μ]α[τ]έως κ[α]ὶ στεφαν̣ῶ[σαι αὐτὸν ἐν τοῖς Διο]-
νυσίοις χρυσέωι στεφά[νωι ∙ ἐπεινῆσθαι δὲ]
10 τοὺς ἀποσταλέντας [ὑπ’ αὐτῶν δικαστὰς — — —]
․․․ΛΟΝ Νύμφιος ․ΑΤ[— — — —∙ ὁμοίως δὲ]
[στ]εφανῶσαι καὶ τοὺς [δικαστὰς χρυσέωι]
στεφάνωι ἐπὶ τῶι τὰς [μὲν διαδικάσαι τῶν δι]-
κῶν ἴσως καὶ δικαίως, [τὰς δὲ διαλῦσαι ἀπὸ]
15 π̣αντὸς τοῦ βε<λ>τίστ[ου ∙ στεφανῶσαι δὲ καὶ]
τὸν γ[ρ]αμματέα Ἱπ[πο— — — — — θαλερῶι]
στεφάνωι ἐπὶ τῶι π̣[αρασχέσθαι προθύμως τὴν]
κ̣αθ’ αὑτὸν χρ̣εί̣α̣[ν ∙ τῆς τε ἀναγγελίας τῶν]
στεφάνων τὴ̣[ν ἐπιμέλειαν ποιήσασθαι τὸν]
20 ἀγωνοθέτ̣[ην ∙ ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα]
εἰς σ̣τ̣ήλ̣ην̣ [λιθίνην — — — — — — — — —]
Search Help
Contact Us