[ ]
Arkadia — Mantinea — 1st c. AD
| 1 | ἀγαθᾶι τύχαι. |
| ἐπειδὴ Ἰουλία Εὐ[δία Εὐτελείνου θυγάτηρ], | |
| γυνὴ καλὴ καὶ ἀγ[α]θ[ὴ ὑπάρχο]υ̣[σα καὶ γο]- | |
| νέων τῶν ἀρ̣ίστων, αὐτή τε [οὖσα μεγαλό]- | |
| 5 | ψυχος πᾶσαν [τ]<ὴ>[ν] σ[ύ]νοδον τετ̣ε̣[ίμηκεν, συγ]- |
| κατατιθεμένου τ[ῆι] α[ὐτῆς μεγαλοψυχίαι] | |
| καὶ Γαΐου Ἰουλίου Στροβείλου τ[ο]ῦ ἀν- | |
| δρὸς αὐτῆς, το̣․σ[․․․․․c.14․․․․․, ἀνα]- | |
| τέθεικεν δὲ καὶ τοῖς ἱερε[ῦσ]ι το[ῦ Ἀσκ]λ[η]- | |
| 10 | πιοῦ ἀμπέλων πλέθρα ἓξ [․․, οὐδὲν] ἐν- |
| λείπουσα τῆς ἰδίας μεγαλ[οψυ]χίας καὶ χ[ρη]- | |
| στότητος· δι’ ἃ καὶ πάντα v {²nota}² v δεδόχθαι τοῖ[ς] | |
| ἱερεῦσι τοῦ Ἀσκληπιοῦ, ἐπαινέσαι [Ἰου]λίαν Εὐ- | |
| δίαν Εὐτελείνου θυγατέρα καὶ ἀναθεῖναι | |
| 15 | αὐτῆς εἰκόνα γραπτὴν ἐν τῶι ναῶι τοῦ Ἀσκλ[η]- |
| πιοῦ ἐν ὅπλωι ἐπιχρύσωι ἐπιγραφὴν ἔχουσα[ν]· | |
| "οἱ ἱερεῖς τοῦ Ἀσκληπιοῦ Ἰουλίαν Εὐδίαν Εὐτε- | |
| λείνου θυγατέρα τὰν ἑαυτῶν εὐεργέτιν"· | |
| ἄγειν δὲ αὐτῆς καὶ γενέθλιον ἡμέραν ἀεὶ τοῦ | |
| 20 | Πέμπτου μηνός, θύοντας τῶι Ἀσκληπιῶι καὶ |
| τῆι Ὑγιείαι ὑπὲρ τῆς σωτηρίας αὐτῆς τε καὶ | |
| Γαΐου Ἰουλίου Στροβείλου, καλεῖν δὲ αὐτὴν κα[ὶ] | |
| ἐπὶ τὰ γέρα δι’ αἰῶνος καὶ τοὺς ἐκγόνους αὐ- | |
| τῆς, καθ’ ὃ ἂν δειπνῶσι οἱ ἱερεῖς, ἔν τε τοῖς Ἰσι[α]- | |
| 25 | κοῖς καὶ πυροφορικοῖς δείπνοις ἀποστέλ- |
| λειν αὐτῆι αἶσαν, καλεῖν δὲ ἐπὶ τὰ γέρα καὶ Γάϊον | |
| Ἰούλιον Στρόβειλον· ἐὰν δέ τις μὴ καλέσῃ εἰ μ[ὴ] | |
| ἀποστείλῃ τὴν αἶσαν οἷς ἐπιβάλλον ἐστίν, | |
| ὑπόδικος ἔστω δραχμαῖς πεντήκοντα αὐ- | |
| 30 | τῆι τε Εὐδίαι καὶ τοῖς ἱερεῦσι καὶ τοῖς ἐκγό- |
| νοις αὐτῆς, τὴν ἐπιμέλειαν ἔχοντος ἀε̣ὶ | |
| τοῦ ἐπιγνώμα· ἀναγράψαι δὲ καὶ τόδε τὸ [ψή]- | |
| φισμα εἰς στήλην ἐνχαράξαντας, καὶ [ἀνα]- | |
| θεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, ὅπως π̣[άν]- | |
| 35 | [τες εἰδῶσι]ν, ὅτι καὶ ἡ σύνοδος τῶν Ἀ[σκληπιοῦ] |
| [ἱερέων οὖσα εὐχά]ριστος φανερὰν̣ [ποιεῖται] | |
| [τὴν τῶν εὐεργεσιῶν μνή]μην vacat |