[ ] Arkadia — Mantinea — 1st c. AD
1          ἀγαθᾶι τύχαι.
ἐπειδὴ Ἰουλία Εὐ[δία Εὐτελείνου θυγάτηρ],
γυνὴ καλὴ καὶ ἀγ[α]θ[ὴ ὑπάρχο]υ̣[σα καὶ γο]-
νέων τῶν ἀρ̣ίστων, αὐτή τε [οὖσα μεγαλό]-
5 ψυχος πᾶσαν [τ]<ὴ>[ν] σ[ύ]νοδον τετ̣ε̣[ίμηκεν, συγ]-
κατατιθεμένου τ[ῆι] α[ὐτῆς μεγαλοψυχίαι]
καὶ Γαΐου Ἰουλίου Στροβείλου τ[ο]ῦ ἀν-
δρὸς αὐτῆς, το̣․σ[․․․․․c.14․․․․․, ἀνα]-
τέθεικεν δὲ καὶ τοῖς ἱερε[ῦσ]ι το[ῦ Ἀσκ]λ[η]-
10 πιοῦ ἀμπέλων πλέθρα ἓξ [․․, οὐδὲν] ἐν-
λείπουσα τῆς ἰδίας μεγαλ[οψυ]χίας καὶ χ[ρη]-
στότητος· δι’ ἃ καὶ πάντα v {²nota}² v δεδόχθαι τοῖ[ς]
ἱερεῦσι τοῦ Ἀσκληπιοῦ, ἐπαινέσαι [Ἰου]λίαν Εὐ-
δίαν Εὐτελείνου θυγατέρα καὶ ἀναθεῖναι
15 αὐτῆς εἰκόνα γραπτὴν ἐν τῶι ναῶι τοῦ Ἀσκλ[η]-
πιοῦ ἐν ὅπλωι ἐπιχρύσωι ἐπιγραφὴν ἔχουσα[ν]·
"οἱ ἱερεῖς τοῦ Ἀσκληπιοῦ Ἰουλίαν Εὐδίαν Εὐτε-
λείνου θυγατέρα τὰν ἑαυτῶν εὐεργέτιν"·
ἄγειν δὲ αὐτῆς καὶ γενέθλιον ἡμέραν ἀεὶ τοῦ
20 Πέμπτου μηνός, θύοντας τῶι Ἀσκληπιῶι καὶ
τῆι Ὑγιείαι ὑπὲρ τῆς σωτηρίας αὐτῆς τε καὶ
Γαΐου Ἰουλίου Στροβείλου, καλεῖν δὲ αὐτὴν κα[ὶ]
ἐπὶ τὰ γέρα δι’ αἰῶνος καὶ τοὺς ἐκγόνους αὐ-
τῆς, καθ’ ὃ ἂν δειπνῶσι οἱ ἱερεῖς, ἔν τε τοῖς Ἰσι[α]-
25 κοῖς καὶ πυροφορικοῖς δείπνοις ἀποστέλ-
λειν αὐτῆι αἶσαν, καλεῖν δὲ ἐπὶ τὰ γέρα καὶ Γάϊον
Ἰούλιον Στρόβειλον· ἐὰν δέ τις μὴ καλέσῃ εἰ μ[ὴ]
ἀποστείλῃ τὴν αἶσαν οἷς ἐπιβάλλον ἐστίν,
ὑπόδικος ἔστω δραχμαῖς πεντήκοντα αὐ-
30 τῆι τε Εὐδίαι καὶ τοῖς ἱερεῦσι καὶ τοῖς ἐκγό-
νοις αὐτῆς, τὴν ἐπιμέλειαν ἔχοντος ἀε̣ὶ
τοῦ ἐπιγνώμα· ἀναγράψαι δὲ καὶ τόδε τὸ [ψή]-
φισμα εἰς στήλην ἐνχαράξαντας, καὶ [ἀνα]-
θεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀσκληπιοῦ, ὅπως π̣[άν]-
35 [τες εἰδῶσι]ν, ὅτι καὶ ἡ σύνοδος τῶν Ἀ[σκληπιοῦ]
[ἱερέων οὖσα εὐχά]ριστος φανερὰν̣ [ποιεῖται]
[τὴν τῶν εὐεργεσιῶν μνή]μην vacat
Search Help