[ ] Arkadia — Mantinea — 10 BC-10 AD
A.1     #⁵⁶ ἁ πόλις #⁵⁶ τῶν Ἀντιγονέ-
    ων καὶ Ῥωμαῖοι ο<ἱ π>ραγμα#⁵⁶-
    τευόμενοι ἐν αὐτᾷ Ἐπι#⁵⁶-
    γόνην v Ἀρτέμωνος #⁵⁶
5     τὰν ἑαυτῶν εὐεργέτ̣ιν #⁵⁶
              vacat
6                ψήφισμα Ἀντιγονέων·
ἐπειδὴ Εὐφρόσυνος Τίτου, πολίτης ἡμέτερος, προγονι-
κὴν εἰς τὴν πατρίδα διαδεξάμενος εὔνοιαν, οὐ μόνον οὐ-
κ ἐμίωσέν τι τῆς πατρῴας ἀρετῆς, ἀλλὰ καὶ συναύξησεν
10 αἰεὶ καὶ καθ’ ἡμέραν ἐπινοῶν τῇ πόλει πλεῖόν τι παρέχεσθαι,
τὴν μὲν ἐπείκειαν τῶν τρόπων γεγεννημένος, τὴν δὲ ψυχὴν
εὐγενεστέραν τῆς φύσεως πλατύνας, πολυτελὴς μὲν ἐν
                              {²vacat O,15
B                 {²lacuna aliquot versuum
13 ․#⁷․#⁷Λ̣Ι̣Ι̣Ι̣ε̣νεΙ̣Ι̣Ι̣Ι̣Ι̣Ι̣Ι̣[— — — — — — — — — — — — —]
πράττουσιν ἀνεμεσήτως πα․εΙΙε̣Ι[․․․c.11․․․․ γε]-
15 νέσθαι, ἄξιον δ’ ἔτι καὶ τοῦτο τῶν κατορθωμά[των ἐπε]-
νόησε· v τὴν γὰρ πρόσοδον τῆς χώρας εἰς εὐθηνίαν σιτω-
νίας ἐνομοθέτησι, v τὸ ἀνενδε̣[ὲ]ς τῆς τροφῆς αἰωνίῳ
παραθέμενος ἀπολαύσει, v ἐνπ̣ρησθέντος τε τοῦ {κατὰ}
κατὰ τὸ γυμν̣άσιον κύκλου̣ τ̣ὰς εἰς τὴν ἰδίαν εὐχρη-
20 στίαν ἡτο̣ιμασμένας ἐχαρ[ίσα]το πλίνθους, τῆς κατ’ οἶ-
κον ὠ̣[φε]λίας τὸν δημόσιον κόσμον προκρείνας. πλη-
ρ̣[ώσ]ας οὖν ποικίλης εὐερ̣γ̣εσίας τὴν πόλιν ὑπερέ-
[β]η̣ τοὺς τῆς Ἑλλάδος ὅρους καὶ μέχρι τῶν Σεβαστεί-
ων̣ εὐπλόησεν χαρακτήρων, ὃν δ’ οἱ παράκτιοι πλεῖν
25 Ἁδρίαν κἂν ἅπαξ εὐλαβοῦνται, τοῦτον ὁ μεσόγαιος
καὶ δεύτερον πλεύσα̣[ς] κατεφρόνησε· θαρρεῖν γὰρ α̣ὐ̣-
τὸν πατρίδος εὐερ̣[γε]τουμένης εὐχαὶ προετρέποντο̣·
δὶς οὖν, καὶ ταῦτα̣ [δω]ρεάν, πρεσβεύσας ὑπ̣ὲρ τὴν πόλιν
προσηνὴς ἐγένετ̣[ο] κ̣αὶ τῇ θει̣ο̣τ̣[άτ]ῃ συνκλήτῳ, μὴ κο-
30 μίζων κατηγορίαν ἀν̣[θυ]π̣άτων ἀλλ’ ἔπαινον. συνηρ-
μόσθη δ’ αὐτῷ καὶ γ[υν]ή, πολῖτις ἀπὸ γένους, Ἐπιγόνη
Ἀρτέμωνος [αἰ]σ̣[ίοις] γ̣άμοις συνκερασθεῖσα· ἐζεύγνυν-
το γὰρ βιό[τοι]ς [κ]αὶ σώμασιν ψυχαὶ καὶ παρ’ ἀμφοτέροις
ἀμέρι[στος ὁ]μ̣όνοια. φθάνοντες δ’ ἀλλήλους ταῖς εἰς
35 εὐ[ποΐας] ἐπινοίαις ναοὺς μὲν ἤγειραν εἰς ἔδαφος ἠ-
ρε̣[ιμμέν]ο̣υς δειπνιστήριά τε προσεμήκυναν δειπνι-
[στη]ρ̣ίοις καὶ ταμεῖα συνόδοις ἐχαρίσαντο, παρεχόμε-
[νοι] μὴ μόνον θεοῖ̣ς εὐσέβειαν, ἀλλὰ καὶ τόποις κόσμον·
ἥ τ̣ε σεμνοτάτη καὶ φίλανδρος Ἐπιγόνη μειμησαμέ-
40 νη τὸν γαμήσαντα καὶ αὐτή, πάσῃ θεῷ τὴν ἀνεπίτα-
{τα}κτον {²⁶ἀνεπίτακτον}²⁶ ἱερωσύνην ἀναλαβοῦσα μετὰ πάσης δαπά-
νης πολυτελοῦς, τοὺς μὲν θεοὺς ἐθρήσκευσεν εὐ-
σεβῶς, τοὺς δ’ ἀνθρώπους εὐώχησε πανδήμως. v ἔδει δὲ
καὶ τὰ προηγούμενα τοῖς μετὰ ταῦτα δώροις ὑπερβῆναι·
45 μάκελλος ἐκ θεμελίων ὑψοῦτο πολυτελής, ἐργαστη-
ρίων αὐτάρκη διαγραφόμενος καλλονήν, ἐνιδρύετο δ’ αὐ-
τοῖς ἐξέδρα μέση, δυναμένη καὶ μόνη πόλεως κό-
σμος εἶναι· προσεμηκύνετο δ’ αὐτοῖς καὶ βαίτης
εὔχρηστος ἀπόλαυσις χιμέριον κατάστημα νικώ-
50 σης, ἐπεσφραγίσατο δ’ αὐτῶν τὴν πολυτέλειαν περί-
στυλον μαρμαρίνοις ἐπεριδόμεν<ο>ν κείοσιν, ὧν ἡ καλ-
λονὴ καὶ τὸ λεῖπον ἔ<τ>ι τῆς ἀγορᾶς κεκόσμηκε καὶ τὰ
μέτρια δ’ αὐτῶν εἶναι δοκοῦντα πρὸς σύνκρισιν
                   vacat
C.1 tertius lapis deest
Search Help
Contact Us