[ ]
Arkadia — Mantinea — 46-43 BC
1 | ἐπειδὴ Φ[αηνὰ Δαματρίου Ἀντιγονικὰ φι]λ̣ά̣γ̣α̣θ̣ο̣ς̣ [ὑπάρ]- |
χουσα καὶ εὐσεβὴς ἀνέστραπταί τε καλῶς ἐν ὅλῳ τῷ βίῳ κ[αὶ] | |
εὐσεβῶς πρὸς πάντας μὲν τοὺς θεούς, μάλιστα δὲ πρός τε τὰν | |
Δάματρα καὶ τὰν Κόραν καὶ τὰς ἱερείας τᾶς Δάματρος, φανε- | |
5 | ράν τε πεποίηκε τὰν ἰδίαν μεγαλοψυχίαν καὶ ἐκτένειαν εἰς |
τὸ θεῖον· ἱερίτευχε γὰρ τᾷ Δάματρι μεγαλοπρεπῶς, οὐδένα | |
λόγον δαπάνας ποιουμένα οὔτε εἰς αὐτὰν τὰν θεὸν οὔτε | |
εἰς τὰς καθηκούσας ἀντ’ ἐνιαυτοῦ τᾷ θεῷ λειτουργίας οὔ- | |
τε εἰς τὰς ἱερείας, παρέσχηται δὲ καὶ ταῖς ἀεὶ ἀντιτυγχανο[ύ]- | |
10 | σαις ἱερείαις εὔχρηστον αὐσαυτὰν καὶ τὸν ἴδιον̣ βίον ἀπρο- |
φ̣άσιστον, ὑπηρετοῦσα πρὸς πᾶσαν λειτουργίαν καὶ δαπά- | |
ναν τὰν ἀνήκουσαν εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· οὐ μό- | |
νον δὲ ἐν τούτοις εὐεργετικῶς ἀνέστραπται, ἀλλὰ καὶ | |
μετὰ τὸ ἱεριτεῦσαι οὐ διαλέλοιπε εὐεργετοῦσα δείπνοις | |
15 | τε μεγαλομερέσι καὶ ταῖς ἄλλαις εὐεργεσίαις τε καὶ δα- |
πάναις ταῖς εἰς τὰν θεὸν γινομέναις καὶ εἰς τὰς ἱερείας, | |
εἰσενήνεκται δὲ καὶ ἄλλαν μείζω φιλανθρωπίαν αἰώνιον | |
εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας· τὰς γὰρ ἀντ’ ἐνιαυτοῦ γινο̣- | |
μένας δαπάνας ὑ̣π’ αὐτᾶς ἐντέταλται ἐπιτελεῖν ἀντ’ αὐσαυ̣- | |
20 | τᾶς, ἐάν τι ἀνθρώπινον πάθῃ, τὰς ἐγγόνους αὐτᾶς Θεοδώ- |
ραν τε τὰν θυγατέρα καὶ Φαηνὰν Δαμασίλα τὰν τᾶς θυγατρὸ[ς] | |
θυγατέρα, ὅπως ἁ ἐκτένεια αὐτᾶς εἴς τε τὰν θεὸν καὶ τὰς | |
ἱερείας αἰωνίου μνείας τυγχάνουσα διατελεῖ· οὐ μόνον δ[ὲ] | |
ἐν τοῖς προγεγραμμένοις εὐεργετήμασιν ἀνέστραπται | |
25 | φιλοδόξως, ἀλλὰ ἐπὶ μεῖζον αὔξεσθαι θέλουσα τάν τε θεὸν |
καὶ τὰν σύνοδον τὰν ἱερειᾶν ἀνάκεικε(!) δραχμὰς ἑκατὸν εἴκο- | |
σι εἴς τε τὰν τοῦ μεγάρ̣ου ἐπισκειὰν καὶ εἰς ἄλλαν χρείαν, | |
ἃν ἂν δόξῃ ταῖς ἱερείαις ἁ ἀνατεθεῖσα̣ ὑ̣π̣’ αὐτᾶς δωρεὰ | |
εὔχρηστος εἶναι· ὅπως οὖν καὶ ἁ σύνοδος φαίνηται τᾶν ἱ- | |
30 | ερειᾶν τᾶς Δάματρος εὐχάριστος οὖσα καὶ μναμονεύ- |
ουσα τῶν εἰς αὐτὰν ἀναστρεφομένων καλῶς καὶ ἐνδό- | |
ξως, ἔδοξε τῷ κοινῷ τᾶν ἱερειᾶν· ἐπαινέσαι Φαηνὰν Δα- | |
ματρίου Ἀντιγονικὰν ἐπί τε τᾷ καλοκαγαθίᾳ καὶ εὐεργε- | |
σίᾳ τᾷ ἔσχηκε εἴς τε τὰν θεὸν καὶ τὰς ἱερείας, καλεῖν | |
35 | τε αὐ̣τὰν ἐπὶ τὰ γέρα διὰ παντὸς ἐν ταῖς γινομέναις ἀντ’ ἐ̣- |
νιαυτοῦ θυσίαις τε καὶ σιταρχίαις, ἀνακαλούσας τᾶς ἀεὶ | |
ἀντιτυγχανούσας ἱερείας τε καὶ σιταρχοῦς· "τὸ κοινὸν τᾶν | |
ἱερειᾶν τᾶς Δάματρος ἐπὶ τὰ γέρα καλεῖ Φαηνὰν Δαματρί- | |
ου τὰν αὐτᾶν εὐεργέτιν", δίδοσθαι δὲ αὐτᾷ διὰ βίου γέρα τὰ | |
40 | εἰθισμένα, ἀναγράψαι τε τὸ ψάφισμα τοῦτο εἰστάλαν λι- |
θίναν καὶ ἀναθεῖναι εἰς τὸ Κοράγιον, καθὼς ἔδοξε τοῖς ἄρ̣- | |
χουσι καὶ συνέδροις τοῖς ἐν τῷ τρίτῳ καὶ ἑκατοστῷ ἔτ[ει]· | |
εἰ δέ τις μὴ καλέσῃ ἐπὶ τὰ γέρα εἰ μὴ δώσει τὰ προγεγραμ̣- | |
μένα γέρα, ὑπόδικος ἔστω καὶ ἐνδεικτὸς ποτὶ δραχμὰς̣ | |
45 | ἑκατὸν αὐτᾷ τε καὶ τοῖς ἐγγόνοις αὐτᾶς. |