[ ]
Arkadia — Mantinea — 64-61 BC
1 | ἀγαθᾶι τύχαι. |
ἐπεὶ Νικίππα Πασία ἀπὸ προγόνων ὑπάρ- | |
χουσα φιλοδόξων καὶ αὐτὰ τειρεῖν ἐξελομέ- | |
να τὰν τῶν προγόνων ἀρετάν, ἐτήρησεν οὐ μόνον τὰ πρὸς | |
5 | τοὺς ἀνθρώπους δίκαια, ἀλλὰ καὶ τὰ πρὸς τοὺς θεούς, εὐσ[εβῶ]ς |
διακειμένα καὶ τιμῶσα πάντας [θεούς, τὰν δὲ Κ]ό[ρ]αν ἐμ | |
παντὶ καιρῶι θεραπεύουσα καὶ συνευκ[ο]σμ[οῦ]σα τοῖς ἀεὶ γι- | |
νομένοις ἱερεῦσ̣ι̣ δ̣ι’ ὧ[ν παρ]έχει ἑκάστοις χρ̣ειῶν [πρ]ὸς τὰν τᾶς θε- | |
οῦ τιμὰν καὶ κ[όσμη]σιν ἀπρο[φ]ασίστως, [ὁμοίως? δὲ] κ[αὶ] ἐν τῶι πέμ- | |
10 | πτωι καὶ ὀγδοηκοστῶι ἔτει μηνὸς ὀ[γδόου], ἔ[τι] ὑπογυίου |
οὔσας τᾶς τῶν Κοραγίων θυσίας, καὶ [αὐτίκα] μελλόντων ἐπι- | |
τελεῖσθαι τῶν περὶ τὰν θεὸν μυστικῶν τ̣ῶ̣ν̣ ἀ̣ρ̣<ρ>ήτων, ἐμφανι- | |
σάντων τῶν ἱερέων, [ἐ]πεδέξατο Νικίππα τὰν λειτουργίαν ἀνε- | |
πικωλύτως καὶ ἐποιήσατο πᾶσαν [δα]πάν[αν ἀ]φειδῶς καὶ ἐκ[τε]- | |
15 | νῶς ἃν ἔδε[ι εἴ]ς τ[ε] τὰν θεὸν καὶ τὰν σύνοδον, ἄγαγε δὲ καὶ |
τὰν πομπὰν τῶν Κοραγίων ἐπισάμως καὶ μεγαλοπρεπῶς | |
καὶ ἔθυε τᾶι θε[ῶι] καὶ ἐκαλλιέρει ὑπὲρ τὰν σύνοδον ἀξίως | |
αὐσαυτᾶς καὶ τᾶς συνόδου, προσεπέδωκε δὲ καὶ εἰς κα- | |
τεπείγουσαν χρείαν δ[ρ]αχ[μ]ὰς ὀγδοήκοντα, εἰσήνε<γ>- | |
20 | κε δὲ καὶ τᾶι θεῶι πέπλο[ν κ]αὶ ἐστέγασεν καὶ εὐσχημό- |
νισεν τὰ περὶ τὰν θεὸν ἄρρητα μυστήρια, [ὑ]πεδέξατο | |
δὲ καὶ τὰν θεὸν εἰς τὰν ἰδίαν οἰκίαν, καθώς ἐστιν ἔθος | |
τοῖς [ἀ]ε[ὶ] γινομένοις ἱερεῦσιν, ἐποίησε δὲ καὶ τὰ νομι- | |
ζόμενα ἐν τοῖς τριακοστοῖς τᾶι ἀνοίξει τοῦ ναοῦ | |
25 | μεγαλομερῶς, προενοήθη δὲ καὶ ἇς προσεδεῖτο ὁ |
ναὸς [ο]ἰκοδομᾶς· διὰ οὖν ταῦτα ἔδοξε τᾶι συνό- | |
δωι τῶν Κοραγῶν· ἐπαινέσαι Νικίππαν ἐφ’ ἇι ἔχει | |
φιλανθρωπίαι καὶ τᾶι πρὸς τοὺς θεοὺς εὐσεβεί- | |
αι καὶ τᾶι πρὸς τὰν σύνοδον εὐνοίαι, καλεῖν δὲ αὐ- | |
30 | τὰν καὶ ἐπὶ τὰ γέρα τοὺς ἀεὶ ὑποδεχομένους κα- |
θὼς καὶ τοὺς λοιποὺς τοὺς τὰν σύνοδον τετι- | |
μακότας ἐν ταῖς αὐταῖς ἁμέραις, πέμπειν δὲ | |
αὐτᾶι καὶ αἶσαν ὡσαύτως· ε[ἰ δέ τ]ις μὴ καλέσει | |
τῶν ὑποδεχομένων, καλ[είτω ὁ ἐπιγν]ώμα, καὶ | |
35 | ἐπαναγκαζέ<σ>θω καλεῖν [καὶ ζαμιούσ]θω ὁ |
τούτων τι μὴ ποιήσας [δραχμαῖς πεντήκοντ]α· ἔ- | |
στω δὲ καὶ ὑπεύθυνος Νι[κίππαι ὡς κατ]αλύων | |
τὰ δεδόμενα αὐτᾶι [ὑπὸ τᾶς συνόδου] τίμια, ἵ- | |
να τούτων συντελ[ουμένων φ]αίνηται ἁ σύ[ν]- | |
40 | οδος εὐχάριστος οὖ[σα ἔχουσά τ]ε καὶ περὶ τῶν |
μελλόντων ἀγαθὰς ἐ[λ]πίδας· καταστασά- | |
τωσαν δὲ οἱ ἱερεῖς τοὺς ἀναγράψοντας τοῦ- | |
δε τοῦ δόγματος τὸ ἀντίγραφον ἐν στάλαι | |
λιθίναι καὶ ἀναθήσοντας ἐν τῶι ἐπιφα- | |
45 | νεστάτωι τοῦ ἱεροῦ τόπωι· ὁμοίως δὲ καὶ |
εἰς τὰν κοινὰν πινακίδα. κατεστάθεν Ἀ- | |
λεξίνικος Ἀλέξωνος, Θυωνίδας Θυωνί- | |
δα, Σιμίας Ἀνθεμοκρίτου, Ἀρίσταρχος Με- | |
νίππου, Φιλήσιος Σαμίδα, Ἀλκαμένης Μαν- | |
50 | δρηκίδα, Αἴθων Φιλοσθένεος, Μηνᾶς Μηνᾶ. |