[ ] Arkadia — Mantinea — 3rd/2nd c. BC
1 [π]ό̣θο̣δον πο̣ησαμ[ένου Ἀφρο]δισίου τοῦ Κυδίμο[υ]
[το]ῦ̣ Ἀργείου περ[ὶ τᾶς ἀπ]οδόσεως τῶν φιλανθρώ-
[πω]ν καὶ εὐχρήστων [ἃ ἔ]σ̣τ̣ιν εὐχρηστηκώς, ἔτ[ι]
δ̣ὲ̣ ἀξ̣ι̣ώσ̣αν[τος καὶ τι]μὰς καὶ δωρεὰς αὐτῶ[ι]
5 [δο]ῦ̣ναι τὰ[ς καταξίο]υς τοὺς συνέδρους καὶ το[ὺς]
[․․ π]ολίτας, καὶ [ἀπολο]γ̣ι̣ξ̣αμένου̣ ὅσα ἦν κατ[ά]
[τε τ]ὰν πόλιν κα[ὶ κατὰ τὸ ἄσ]τυ καὶ καθ’ ἰδ̣ί̣α̣ν̣ [πᾶσι τοῖς]
[ἐντυ]γχάνουσιν [πο]λ[ί]ταις ․․․․․․․․․20․․․․․․․․․
[ο][δ]εὶς θ̣έ̣λ̣ο̣ι̣ μ̣[․․․․․․15․․․․․․․, αὐτὸς διὰ] παντὸ[ς]
10 τρόπου τὰ[ν πᾶσαν ἐπιμέλειαν] ποεῖται, φιλοτιμίας
[ο]ὐθὲν ἐλ[λ]ε[ίπων· ἵνα δὲ καὶ πᾶσ]α ἁ πόλις φαίνηται τι-
μῶσα ταῖς [κα]ταξίοις χάρισι τοὺ̣ς εἰς αὐτὰν γινομέ-
νους εὐεργέ[τ]α̣ς καὶ καθ’ ἰδίαν καὶ κατὰ κοινόν, δεδό-
χθαι τοῖς συ[νέ]δροις καὶ τοῖς λοιποῖς πολίταις ἐπαι-
15 νέσαι Ἀφρ̣[ο]δίσιον Κυδίμο̣υ Ἀργεῖον ἀρετᾶς ἕνεκεν
καὶ εὐνοίας ἇς ἔχ[ω]ν διατελεῖ εἴς τε τὰν πόλιν
τὰν Ἀντιγονέων κ[α]ὶ εἰς τοὺς καθ’ ἰδίαν ἐντυγχά-
νοντας τῶν πολιτᾶν̣ κ̣αὶ τῶν ἐμπολιτευόντων
ἐν Ἀντιγονείαι, εἶμεν δ̣ὲ αὐτὸν καὶ πρόξενον καὶ εὐ-
20 εργέταν τᾶς πόλεω̣ς τᾶς Ἀντιγονέων· δεδόσθαι δὲ
αὐτῶι [καὶ ἐκγόνοις ἀσ]φ̣άλειαν καὶ ἀσυλίαν
[ἐ]ν̣ πο[λέμωι καὶ ἐν εἰρήναι καὶ] πάντα <τὰ> τίμια
[ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται]ς̣ τᾶς πό-
[λεως δίδοται (κτλ.)]
Search Help