[ ]
Arkadia — Mantinea — 3rd/2nd c. BC
| 1 | [π]ό̣θο̣δον πο̣ησαμ[ένου Ἀφρο]δισίου τοῦ Κυδίμο[υ] |
| [το]ῦ̣ Ἀργείου περ[ὶ τᾶς ἀπ]οδόσεως τῶν φιλανθρώ- | |
| [πω]ν καὶ εὐχρήστων [ἃ ἔ]σ̣τ̣ιν εὐχρηστηκώς, ἔτ[ι] | |
| δ̣ὲ̣ ἀξ̣ι̣ώσ̣αν[τος καὶ τι]μὰς καὶ δωρεὰς αὐτῶ[ι] | |
| 5 | [δο]ῦ̣ναι τὰ[ς καταξίο]υς τοὺς συνέδρους καὶ το[ὺς] |
| [․․ π]ολίτας, καὶ [ἀπολο]γ̣ι̣ξ̣αμένου̣ ὅσα ἦν κατ[ά] | |
| [τε τ]ὰν πόλιν κα[ὶ κατὰ τὸ ἄσ]τυ καὶ καθ’ ἰδ̣ί̣α̣ν̣ [πᾶσι τοῖς] | |
| [ἐντυ]γχάνουσιν [πο]λ[ί]ταις ․․․․․․․․․20․․․․․․․․․ | |
| [ο]ὐ[δ]εὶς θ̣έ̣λ̣ο̣ι̣ μ̣[․․․․․․15․․․․․․․, αὐτὸς διὰ] παντὸ[ς] | |
| 10 | τρόπου τὰ[ν πᾶσαν ἐπιμέλειαν] ποεῖται, φιλοτιμίας |
| [ο]ὐθὲν ἐλ[λ]ε[ίπων· ἵνα δὲ καὶ πᾶσ]α ἁ πόλις φαίνηται τι- | |
| μῶσα ταῖς [κα]ταξίοις χάρισι τοὺ̣ς εἰς αὐτὰν γινομέ- | |
| νους εὐεργέ[τ]α̣ς καὶ καθ’ ἰδίαν καὶ κατὰ κοινόν, δεδό- | |
| χθαι τοῖς συ[νέ]δροις καὶ τοῖς λοιποῖς πολίταις ἐπαι- | |
| 15 | νέσαι Ἀφρ̣[ο]δίσιον Κυδίμο̣υ Ἀργεῖον ἀρετᾶς ἕνεκεν |
| καὶ εὐνοίας ἇς ἔχ[ω]ν διατελεῖ εἴς τε τὰν πόλιν | |
| τὰν Ἀντιγονέων κ[α]ὶ εἰς τοὺς καθ’ ἰδίαν ἐντυγχά- | |
| νοντας τῶν πολιτᾶν̣ κ̣αὶ τῶν ἐμπολιτευόντων | |
| ἐν Ἀντιγονείαι, εἶμεν δ̣ὲ αὐτὸν καὶ πρόξενον καὶ εὐ- | |
| 20 | εργέταν τᾶς πόλεω̣ς τᾶς Ἀντιγονέων· δεδόσθαι δὲ |
| αὐτῶι [καὶ ἐκγόνοις ἀσ]φ̣άλειαν καὶ ἀσυλίαν | |
| [ἐ]ν̣ πο[λέμωι καὶ ἐν εἰρήναι καὶ] πάντα <τὰ> τίμια | |
| [ὅσα καὶ τοῖς ἄλλοις προξένοις καὶ εὐεργέται]ς̣ τᾶς πό- | |
| [λεως δίδοται (κτλ.)] |