[ ] Arkadia — Mantinea — stoich. — 5th c. BC
col. I.1 [ϝοˉ]φλέˉασι οἵδε ἰν Ἀλέαν·
[Σί]συρνος
[Σ]οˉ[κλ]ε͂ς
[Φ]ιλομεˉλίδας
5 Θεό[κ]οσσμος
Ἀρισστόμαχος
Δ̣ρομέας
Σ̣τίλπας
Φ̣ᾶνις
10 Ἄκραντος
Ἀντιλαΐδας
Βο͂θις     ℎέσκλαρος
Θέμανδρος.
ὁσ5έοι {²⁶ὁτέωι}²⁶ ἂν χρεˉστέˉριον κακρίνεˉ
15 ἒˉ γνοˉσιδίκα κριθέˉεˉ το͂ν χρεˉμάτοˉν,
π̣ὲ τοῖς ϝοικιάται τᾶς θεο͂ ἐ͂ναι,
κὰ ϝοικίας δάσασσθαι τὰς ἂν ὁ͂δ’ ἐάσας.
εἰ τοῖς ϝοˉφλεˉκόσι ἐπὶ τοῖδ’ ἐδικάσαμες̣
ἅ τε θεὸς κὰς οἱ δικασσταί, ἀπυσ5εδομίν[ος] {²⁶ἀποδεδομένους}²⁶
20 το͂ν χρεˉμάτοˉν τὸ λάχος, ἀπεχομίνος
κὰ τὀˉρρέντερον γένος ἐ͂ναι
ἄματα πάντα ἀπὺ τοῖ ἱεροῖ, ἵλαον ἐ͂ναι·
εἰ δ’ ἄλλ̣α σ5ι[ν]’ {²⁶τινὰ}²⁶ ἐᾶτοι κὰ το͂νν[υ], ἰνμενφὲς ἐ͂ναι.
col. II.24 εὐχοˉλὰ [δ’] ἅδε ἔ[σ]ετοι τοῖ ἀ[λιτεˉρίοι]·
25 εἴ σ5ις {²⁶τις}²⁶ ἰν τοἱεροῖ το͂ν τότε̣ [ἀπυθανόντοˉν]
φονέˉς ἐστι, εἴσ5’ {²⁶εἴτε}²⁶ αὐτὸς εἴσ5ε {²⁶εἴτε}²⁶ [το͂ν ἐσγόνοˉν]
σ5ις {²⁶τις}²⁶ κὰ τὀˉρρέντερον, εἴσ5ε {²⁶εἴτε}²⁶ τ[ο͂ν ἀνδρο͂ν]
εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθένοˉ, ἰνμενφὲ[ς ἐ͂ναι κὰ]
τὸ χρεˉστέˉριον· εἰ δὲ μέˉ, ἵλα[ον ἐ͂ναι].
30 εἰ Θ̣έμανδρος φονέˉς ἐσστι̣ ε̣[ἴσ5ε {²⁶εἴτε}²⁶]
το͂ν ἀνδρο͂ν εἴσ5ε {²⁶εἴτε}²⁶ τᾶς φαρθέν[οˉ]
το͂ν τότε ἀπυθανόντοˉν ἰν το̣[ἱεροῖ]
κὰς μὲˉ προσσθαγενὲς τὸ ϝέ[ργον]
τὸ τότε ἐ͂, οὕτοˉς ἰν μ̣όνφον θε͂[ναι]·
35 εἰ δὲ προσσθαγενὲς τὸ ϝέργ[ον τοῦτο]
κὰς μὲˉ φονέˉς, ἵλαον ἐ͂ναι.
Search Help